# τὰ μεθ᾿ Ὅμηρον 4.253-292

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 4, lines 4.253-4.292. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/4.253

τὸν δʼ Αἴας καθυπερθεν ἐπεσσύμενος ποτὶ γαῖαν
ἐξ ὤμων ἐτίνασσε κατὰ χθονὸς οὖδας ἐρείδων·
ἄλλοτε δʼ ἀλλοίως ὑπὸ χείρεσι δηριόωντο.
λαοὶ δʼ ἔνθα καὶ ἔνθα μέγʼ ἴαχον εἰσορόωντες,
οἱ μὲν Τυδείδην ἐρικυδέα θαρσύνοντες,
οἱ δὲ βίην Αἴαντος· ὁ δʼ ἄλκιμον ἄνδρα τινάξας
ἐξ ὤμων ἑκάτερθε, βαλὼν δʼ ὑπὸ νηδύα χεῖρας
ἐσσυμένως ἐφέηκε κατὰ χθονὸς ἠΰτε πέτρην
ἀλκῇ ὑπὸ σθεναρῇ· μέγα δʼ ἴαχε Τρώιον οὖδας
Τυδείδαο πεσόντος· ἐπηΰτησε δὲ λαός.
ἀλλὰ καὶ ὥς ἀνόρουσεν ἐελδόμενος πονέετθαι
τὸ τρίτον ἀμφʼ Αἴαντα πελώριον· ἀλλʼ ἄρα Νέστωρ
ἔστη ἐνὶ μέσσοισι καὶ ἀμφοτέροισι μετηύδα·
ἴσχεσθʼ, ἀγλαὰ τέκνα, παλαισμοσύνης ὑπερόπλου·
ἴδμεν γὰρ δὴ πάντες, ὅσον προφερέστεροί ἐστε
Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος.
ὥς φάτο· τοὶ δʼ ἴσχοντο πονεύμενοι· ἐκ δὲ μετώπων
χερσὶν ἄδην μόρξαντο κατεσσύμενόν περ ἱδρῶτα·
κύσσαν δʼ ἀλλήλους, φιλότητι δὲ δῆριν ἔθεντο.
τοῖς δʼ ἄρα ληιάδας πίσυρας πόρε πότνα θεάων
δῖα Θέτις· τὰς δʼ αὐτοὶ ἐθηήσαντο ἰδόντες
ἥρωες κρατεροὶ καὶ ἀταρβέες, οὕνεκα πασέων
ληιάδων προφέρεσκον ἐϋφροσύνῃ τε καὶ ἔργοις
νόσφιν ἐϋπλοκάμου Βρισηίδος, ἅς ποτʼ Ἀχιλλεὺς
ληίσατʼ ἐκ Λέσβοιο, νόον δʼ ἐπετέρπετο τῇσι·
καί ῥʼ ἡ μὲν δόρποιο πέλεν ταμίη καὶ ἐδωδῆς,
ἡ δʼ ἄρα δαινυμένοισι παροινοχόει μέθυ λαρόν,
ἄλλη δʼ αὖ μετὰ δόρπον ὕδωρ ἐπέχευε χέρεσσιν
ἡ δʼ ἑτέρη ἀπὸ δαιτὸς ἀεὶ φορέεσκε τράπεζας.
τὰς δʼ ἄρα Τυδείδαο μένος καὶ ὑπέρβιος Αἴας
δασσάμενοι προέηκαν ἐϋπρώρους ἐπὶ νῆας.
ἀμφὶ δὲ πυγμαχίης πρῶτον σθένος Ἰδομενῆος
ὤρνυτʼ, ἐπεί οἱ θυμὸς ἴδρις πέλε παντὸς ἀέθλου.
τῷ δʼ οὔτις κατέναντα κίεν· μάλα γάρ μιν ἅπαντες
αἰδόμενοι ὑπόειξαν, ἐπεί ῥα γεραίτερος ἦεν.
τῷ δʼ ἄρʼ ἐνὶ μέσσοισι Θέτις πόρεν ἅρμα καὶ ἵππους
ὠκύποδας, τοὺς πρόσθε βίη μεγάλου Πατρόκλοιο
ἤλασεν ἐκ Τρώων Σαρπηδόνα δῖον ὀλέσσας·
καὶ τοὺς μὲν θεράποντι πόρεν ποτὶ νῆας ἄγεσθαι
Ἰδομενεύς· αὐτὸς δὲ κλυτῷ ἐν ἀγῶνι μένεσκε.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
