# τὰ μεθ᾿ Ὅμηρον 4.378-422

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 4, lines 4.378-4.422. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/4.378

ἀλλʼ οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων·
ἀνδράσι γὰρ πινυτοῖσι πέλει νόος ἤπιος αἰεί·
κύσσαν δʼ ἀλλήλους, ἔριδος δʼ ἐπελήθετο θυμὸς
λευγαλέης. τοῖς δʼ αἶψα Θέτις κυανοκρήδεμνος
ἀργυρέους κρητῆρας ἐελδομένοισιν ὄπασσε
δοιώ, τοὺς Εὔνηος Ἰήσονος ὄβριμος υἱὸς
ὦνον ὑπὲρ κρατεροῖο Λυκάονος ἐγγυάλιξεν
ἀντιθέῳ Ἀχιλῆι περικλύστῳ ἐνὶ Λήμνῳ·
τοὺς Ἥφαιστος ἔτευξεν ἀριπρεπέϊ Διονύσῳ
δῶρον, ὅτʼ εἰς Οὔλυμπον ἀνήγαγε δῖαν ἄκοιτιν
Μίνωος κούρην ἐρικυδέα, τήν ποτε Θησεὺς
κάλλιπεν οὐκ ἐθέλων γε περικλύστῳ ἐνὶ Δίῃ.
τοὺς δʼ ἠΰς Διόνυσος ἑῷ πόρεν υἱέϊ δῶρον
νέκταρος ἐμπλήσας, ὁ δʼ ἄρʼ ὤπασεν Ὑψιπυλείῃ
πολλοῖς σὺν κτεάτεσσι Θόας, ἡ δʼ υἱέϊ δίῳ
κάλλιπεν, ὃς δʼ Ἀχιλῆι Λυκάονος εἵνεκα δῶκε.
τῶν δʼ ἕτερον μὲν ἕλεσκεν ἀγαυοῦ Θησέος υἱός,
ἄλλον δʼ ἠῢς Ἐπειὸς ἑὰς ἐπὶ νῆας ἴαλλε
γηθόσυνος. τῶν δʼ ἀμφιδεδρυμμένα τύμματα πάντα
ἠκέσατʼ ἐνδυκέως Ποδαλείριος, οὕνεκʼ ἄρʼ αὐτὸς
πρῶτα μὲν ἐκμύζησεν, ἔπειτα δὲ χερσὶν ἑῇσι
ῥάψεν ἐπισταμένως, καθύπερθε δὲ φάρμακʼ ἔθηκε
κεῖνα, τά οἱ τὸ πάροιθε πατὴρ ἑὸς ἐγγυάλιξε·
τοῖσι δʼ ἄρʼ ἐσσυμένως καὶ ἀναλθέα τύμματα φωτῶν
αὐτῆμαρ μορόεντος ὑπὲκ κακοῦ ἰαίνονται·
τῶν δʼ ἄφαρ ἀμφὶ πρόσωπα καὶ εὐκομόωντα κάρηνα
τύμματʼ ἀπαλθαίνοντο, κατηπιόωντο δʼ ἀνῖαι.
ἀμφὶ δὲ τοξοσύνης Τεῦκρος καὶ Ὀϊλέος υἱὸς
ἕστασαν, οἳ καὶ πρόσθε δρόμου πέρι πειρήσαντο.
τῶν δ ἄρα τηλόσε θῆκεν ἐϋμμελίης Ἀγαμέμνων
ἱππόκομον τρυφάλειαν, ἔφη δέ τε· πολλὸν ἀμείνων
ἔσσεται, ὂς κέρσειεν ἄπο τρίχας ὀξέϊ χαλκῷ.
Αἴας δʼ αὐτίκα πρῶτος ἑὸν προέηκε βέλεμνον,
πλῆξε δʼ ἄρα τρυφάλειαν, ἐπηΰτησε δὲ χαλκὸς
ὀξύτατον. Τεῦκρος δὲ μέγʼ ἐγκονέων ἐνὶ θυμῷ,
δεύτερος ἧκεν ὀϊστόν, ἄφαρ δʼ ἀπέκερσεν ἐθείρας
ὀξὺ βέλος· λαοὶ δὲ μέγʼ ἴαχον ἀθρήσαντες,
καί μιν κυδαίνεσκον ἀπείριτον, οὕνεκʼ ἄρʼ αὐτὸν
πληγὴ ἔτʼ ἀλγύνεσκε θοοῦ ποδός, ἀλλά μιν οὔτι
βλάψεν ὑπαὶ παλάμῃσι θοὸν βέλος ἰθύνοντα.
καί οἱ τευχεα καλὰ πόρεν Πηλῆος ἄκοιτις
ἀντιθέου Τρωίλοιο, τὸν ἠιθέων μέγʼ ἄριστον
Τροίῃ ἐν ἠγαθέῃ Ἑκάβη τέκετʼ, οὐδʼ ἀπόνητο
ἀγλαΐης· δὴ γάρ μιν ἀταρτηροῦ Ἀχιλῆος
ἔγχος ὁμοῦ καὶ κάτος ἀπήμερσαν βιότοιο·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
