# τὰ μεθ᾿ Ὅμηρον 4.423-465

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 4, lines 4.423-4.465. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/4.423

ὡς δʼ ὁπόθʼ ἑρσήεντα καὶ εὐθαλέοντʼ ἀνὰ κῆπον
ὑδρηλῆς καπέτοιο μάλʼ ἀγχόθι τηλεθάοντα
ἢ στάχυν ἢ μήκωνα, πάρος καρποῖο τυχῆσαι,
κέρσῃ τις δρεπάνῳ νεοθηγέϊ, μηδʼ ἄρʼ ἐάσῃ
ἐς τέλος ἡδὺ μολεῖν μηδʼ ἐς σπόρον ἄλλον ἱκέσθαι,
ἀμήσας κενεόν τε καὶ ἄσπορον ἐσσομένοισι
μέλλονθʼ ἑρσήεντος ὑπʼ εἴαρος ἀλδαίνεσθαι·
ὣς υἱὸν Πριάμοιο θεοῖς ἐναλίγκιον εἶδος
Πηλείδης κατέπεφνεν, ἔτʼ ἄχνοον, εἰσέτι νύμφης
νηίδα, νηπιάχοισιν ὁμῶς ἔτι κουρίζοντα·
ἀλλά μιν ἐς πόλεμον φθισίμβροτον ἤγαγε Μοῖρα
ἥβης ἀρχόμενον πολυγηθέος, ὁππότε φῶτες
θαρσαλέοι τελέθουσιν, ὅτʼ οὐκέτι δεύεται ἦτορ.
αὐτίκα δʼ αὖτε σόλον περιμήκεά τε βριαρόν τε
πολλοὶ πειρήσαντο θοῆς ἀπὸ χειρὸς ἰῆλαι·
τὸν δʼ οὔτις βαλέειν δύνατο στιβαρὸν μάλʼ ἐόντα
Ἀργείων· οἶος δʼ ἔβαλεν μενεδήιος Αἴας
χειρὸς ἀπὸ κρατερῆς, ὡς εἰ δρυὸς ἀγρονόμοιο
ὄζον ἀπαυανθέντα θέρευς εὐθαλπέος ὥρῃ,
ὁππότε λήια πάντα κατὰ χθονὸς αὐαίνηται.
θάμβησαν δʼ ἄρα πάντες, ὅσον χερὸς ἐξεποτήθη
χαλκός, ὂν ἀνέρε χερσὶ δύω μογέοντες ἄειραν·
τόν ῥα μὲν Ἀνταίοιο βίη ῥίπτασκε πάροιθε
ῥηιδίως ἀπὸ χειρὸς ἑῆς πειρώμενος ἀλκῆς,
πρὶν κρατερῇσι χέρεσσι δαμήμεναι Ἡρακλῆος·
Ἡρακλέης δέ μιν ἠῢς ἑλὼν σὺν ληίδι πολλῇ
ἀκαμάτης ἔχε χειρὸς ἀέθλιον, ἀλλά μιν ἐσθλῷ
ὕστερον Αἰακίδῃ δῶρον πόρεν, ὁππότʼ ἄρʼ αὐτῷ
Ἰλίου εὐπύργοιο συνέπραθε κύδιμον ἄστυ,
κεῖνος δʼ υἱέϊ δῶκεν, ὁ δ ὠκυπόροις ἐνὶ νηυσὶν
ἐς Τροίην μιν ἔνεικεν, ἵνα σφετέροιο τοκῆος
μνωόμενος Τρώεσσιν ἐϋσθενέεσσι μάχηται
προφρονέως, εἴη δὲ πόνος πειρωμένῳ ἀλκῆς·
τόν ῥʼ Αἴας μάλα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρός.
καὶ τότε οἱ Νηρηὶς ἀγακλυτὰ τεύχεα δῶκε
Μέμνονος ἀντιθέοιο, τὰ καὶ μέγα θηήσαντο
Ἀργεῖοι· λίην γὰρ ἔσαν περιμήκεα πάντα·
καὶ τά γε καγχαλόων ὑπεδέξατο κύδιμος ἀνήρ·
οἴῳ γὰρ κείνῳ γε περὶ βριαροῖσι μέλεσσιν
ἥρμοσεν ἀπλήτοιο κατὰ χροὸς ἀμφιτεθέντα·
αὐτὸς δʼ αὖτʼ ἀνάειρε μέγαν σόλον, ὄφρα οἱ εἴη
τερπωλὴ μένος ἠῢ λιλαιομένῳ πονέεσθαι.
οἱ δʼ ἄρα δηριόωντες ἐφʼ ἅλματι πολλοὶ ἀνέσταν.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
