# τὰ μεθ᾿ Ὅμηρον 4.556-595

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 4, lines 4.556-4.595. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/4.556

ὥς οἵ γʼ ἐσσεύοντο κόνιν ποσὶ καρπαλίμοισιν
ἐν πεδίῳ κλονέοντες ἀπείριτον· οἱ δʼ ἐλατῆρες
ἵπποις οἷσιν ἕκαστος ἐκέκλετο, τῇ μὲν ἱμάσθλην
ταρφέα πεπληγώς, ἑτέρῃ δʼ ἐνὶ χειρὶ τινάσσων
νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν.
ἵπποι δʼ ἐρρώοντο· βοὴ δʼ ἀνὰ λαὸν ὀρώρει
ἄσπετος· οἱ δʼ ἐπέτοντο διὰ πλατέος πεδίοιο.
καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἴππος
νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο,
εἰ μὴ ἄρʼ ἐξήρπαξε δρόμου, πεδίον δʼ ἀφίκανε
πολλάκις· οὐδέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς
κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥʼ ἔτι νῆις ἀέθλων
ἵππος ἔην· γενεῇ γε μὲν οὐ κακός, ἀλλὰ θοοῖο
θεσπέσιον γένος ἔσκεν Ἀρίονος, ὃν τέκεν ἵππων
Ἅρπυια Ζεφύρῳ πολυηχέϊ φέρτατον ἄλλων
πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι
πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος
ἐκ μακάρων ἔχε δῶρον, ὅθεν γένος ἔπλετο κείνου·
καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ
Τροίῃ ἐνὶ ξαθέῃ· ὁ δέ οἱ μέγα ποσσὶ πεποιθὼς
ὠκὺν ἐόντʼ ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππων
αὐτὸς ἐνὶ πρώτοισιν ὀϊόμενος μέγα κῦδος
ἱππασίης ἀνελέσθαι· ὁ δʼ οὔτι οἱ ἦτορ ἴηνεν
ἀμφʼ Ἀχιλῆος ἄεθλα πονεύμενος· ἦ γὰρ ἔμιμνε
δεύτερος, Ἀτρείδης δὲ παρήλασεν ὠκὺν ἐόντα
ἰδρείῃ. λαοὶ δʼ Ἀγαμέμνονα κυδαίνεσκον,
ἵππον τε Σθενελοῖο θρασύφρονος ἠδὲ καὶ αὐτόν,
οὕνεκα δεύτερος ἦλθε, καὶ εἰ μάλα πολλάκι νύσσης
ἐξέθορεν, μεγάλῳ περὶ κάρτεϊ οἷς ποσὶ θύων.
καὶ τότʼ ἄρʼ Ἀτρείδῃ Θέτις ὤπασε καγχαλόωντι
ἀργύρεον θώρηκα θεηγενέος Πολυδώρου·
δῶκε δʼ ἄρα Σθενέλῳ βριαρὴν κόρυν Ἀστεροπαίου
χαλκείην καὶ δοῦρε δύω καὶ ἀτειρέα μίτρην.
ἄλλοις δʼ ἱππήεσσι καὶ ὁππόσοι ἤματι κείνῳ
ἦλθον ἀεθλεύσοντες Ἀχιλλῆος ποτὶ τύμβον,
δῶρα πόρεν πάντεσσιν. ἐπὶ σφίσι δʼ ἄχνυτο θυμὸν
υἱὸς Λαέρταο δαΐφρονος, οὕνεκʼ ἄρʼ αὐτὸν
ἀλκῆς ἱέμενον κρατερῶν ἀπέρυξεν ἀέθλων
ἕλκος ἀνιηρόν, τό μιν οὔτασεν ὄβριμος Ἄλκων
ἀμφὶ νέκυν κρατεροῖο πονεύμενον Αἰακίδαο.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
