# τὰ μεθ᾿ Ὅμηρον 4.86-127

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 4, lines 4.86-4.127. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/4.86

ἀλλʼ ἄγε, σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις
ἴομεν ἀμφὶ πόληα· πόνος δʼ ἄρα κῦδος ὀρέξει.
ὣς ἔφατʼ ἐν Δαναοῖσιν· ἀμείβετο δʼ ὄβριμος Αἴας·
Τυδείδη, σὺ μὲν ἐσθλά καὶ οὐκ ἀνεμώλια βάζεις
ὀτρύνων Τρώεσσιν ἐϋπτολέμοισι μάχεσθαι
ἀγχεμάχους Δαναούς, οἵπερ μεμάασι καὶ αὐτοί·
ἀλλὰ χρὴ ἐν νήεσσι μένειν, ἄχρις ἐξ ἁλὸς ἔλθῃ
δῖα Θέτις· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μήδεται ἦτορ
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα·
ὣς χθιζή μοι ἔειπεν, ὅτʼ εἰς ἁλὸς ἤιε βένθος,
νόσφʼ ἄλλων Δαναῶν· καί ἑ σχεδὸν ἔλπομαι εἶναι
ἐσσυμένην· Τρῶες δέ, καὶ εἰ θάνε Πηλέος υἱός,
οὐ μάλα θαρσήσουσιν ἔτι ζώοντος ἐμεῖο
καὶ σέθεν ἠδὲ καὶ αὐτοῦ ἀμύμονος Ἀτρείδαο.
ὣς ἄρʼ ἔφη Τελαμῶνος ἐῢς πάϊς, οὐδέ τι ᾔδη,
ὅττι ῥά οἱ μετʼ ἄεθλα κακὸν μόρον ἔντυε δαίμων
ἀργαλέονʼ τὸν δʼ αὖθις ἀμείβετο Τυδέος υἱός·
ὦ φίλος, εἰ ἐτεὸν Θέτις ἔρχεται ἤματι τῷδε
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα,
πὰρ νήεσσι μένωμεν ἐρυκανόωντε καὶ ἄλλους·
καὶ γὰρ δὴ μακάρεσσι θεοῖς πείθεσθαι ἔοικε·
καὶ δʼ ἄλλως Ἀχιλῆι καὶ ἀθανάτων ἀέκητι
αὐτοὶ φραζώμεσθα δόμεν θυμηδέα τιμήν.
ὣς φάτο Τυδείδαο δαΐφρονος ὄβριμον ἦτορ.
καὶ τότʼ ἄρʼ ἐκ πόντοιο κίεν Πηλῆος ἄκοιτις
αὔρῃ ὑπηώῃ ἐναλίγκιον· αἶψα δʼ ἵκανεν
Ἀργείων ἐς ὅμιλον, ὅπῃ μεμαῶτες ἔμιμνον,
οἱ μὲν ἀεθλεύσοντες ἀπειρεσίῳ ἐν ἀγῶνι,
οἱ δὲ φρένας καὶ θυμὸν ἀεθλητῆρσιν ἰῆναι.
τοῖσι δʼ ἅμʼ ἀγρομένοισι Θέτις κυανοκρήδεμνος
θῆκεν ἄεθλα φέρουσα καὶ ὀτρύνεσκεν Ἀχαιοὺς
αὐτίκʼ ἀεθλεύειν· τοὶ δʼ ἀθανάτῃ πεπίθοντο.
πρῶτος δʼ ἐν μέσσοισιν ἀνίστατο Νηλέος υἱός,
οὐ μὲν πυγμαχίῃσι λιλαιόμενος πονέεσθαι
οὔτε παλαισμοσύνῃ πολυτειρέϊ· τοῦ γὰρ ὕπερθε
γυῖα καὶ ἅψεα πάντα λυγρὸν κατεδάμνατο γῆρας·
ἀλλά οἱ ἐν στέρνοισιν ἔτʼ ἔμπεδος ἔπλετο θυμὸς
καὶ νόος, οὐδέ τις ἄλλος ἐριδμαίνεσκεν Ἀχαιῶν
κείνῳ, ὅτʼ εἰν ἀγορῇ ἐπέων πέρι δῆρις ἐτέχθη·
τῷ καὶ Λαέρταο κλυτὸς πάϊς εἵνεκα μύθων
εἰν ἀγορῇ ὑπόεικε, καὶ ὃς βασιλεύτατος ἦεν
πάντων Ἀργείων μέγʼ ἐϋμμελίης Ἀγαμέμνων.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
