# τὰ μεθ᾿ Ὅμηρον 5.133-172

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 5, lines 5.133-5.172. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/5.133

τῷ εἰκὼς τεύχεσσι παρίστατο Πηλείδαο·
ᾔτεε δʼ Ἰδομενῆα κριτὴν καὶ Νηλέος υἷα
ἠδʼ ἄρα μητιόεντʼ Ἀγαμέμνονα· τοὺς γὰρ ἐώλπει
ἴδμεναι ἀτρεκέως ἐρικυδέος ἔργα μόθοιο·
ὥς δʼ αὕτως Ὀδυσεὺς κείνοις ἐπὶ πάγχυ πεποίθει·
οἱ γὰρ ἔσαν πινυτοὶ καὶ ἀμύμονες ἐν Δαναοῖσι.
Νέστωρ δʼ Ἰδομενῆι καὶ Ἀτρέος υἱέϊ δίῳ
ἄμφω ἐελδομένοισιν ἔπος φάτο νόσφιν ἀπʼ ἄλλων·
ὦ φίλοι, ἦ μέγα πῆμα καὶ ἄσχετον ἤματι τῷδε
ἡμῖν συμφορέουσιν ἀκηδέες Οὐρανίωνες
Αἴαντος μεγάλοιο περιφραδέος τʼ Ὀδυσῆος
ἐσσυμένων ἐπὶ δῆριν ἀάσχετον ἀργαλέην τε·
τῶν γάρ ῥʼ ὁπποτέρῳ δώῃ θεὸς εὖχος ἀρέσθαι
γηθήσει κατὰ θυμόν, ὁ δʼ αὖ μέγα πένθος ἀέξει
πάντας ἀτεμβόμενος Δαναούς, περὶ δʼ ἔξοχα πάντων
ἡμέας· οὐδʼ ἔτι κεῖνος ἐν ἡμῖν ὡς τὸ πάροιθε
στήσεται ἐν πολέμῳ· μέγα δʼ ἔσσεται ἄλγος Ἀχαιοῖς,
κείνων ὅντινα δεινὸς ἕλῃ χόλος, οὕνεκα πάντων
ἡρώων προφέρουσιν, ὁ μὲν πολέμῳ, ὁ δὲ βουλῇ.
ἀλλʼ ἄγʼ ἐμοὶ πείθεσθον, ἐπεί ῥα γεραίτερός εἰμι
λίην, οὐκ ὀλίγον περ, ἔχω δʼ ἐπὶ γήραϊ πολλῷ
καὶ νόον, οὕνεκεν ἐσθλὰ καὶ ἄλγεα πολλὰ μόγησα·
αἰεὶ δʼ ἐν βουλῇσι γέρων πολύϊδρις ἀμείνων
ὁπλοτέρου πέλει ἀνδρός, ἐπεὶ μάλα μυρία οἶδε·
τοὔνεκα Τρωσὶν ἐφῶμεν ἐΰφροσι [ταῦτα] δικάσσαι
ἀντιθέῳ τʼ Αἴαντι φιλοπτολέμῳ τʼ Ὀδυσῆι,
ὅντινα δήιοι ἄνδρες ὑποτρομέουσι μάλιστα,
ἠδʼ ὅτις ἐξεσάωσε νέκυν Πηληιάδαο
ἐξ ὀλοοῦ πολέμοιο· δορύκτητοι γὰρ ἐν ἡμῖν
πολλοὶ Τρῶες ἔασι νεοδμήτῳ ὑπʼ ἀνάγκῃ·
οἵ ῥα δίκην ἰθεῖαν ἐπὶ σφίσι ποιήσονται.
οὔτινι ἦρα φέροντες, ἐπεὶ μάλα πάντας Ἀχαιοὺς
ἶσον ἀπεχθαίρουσι κακῆς μεμνημένοι ἄτης.
ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
ὦ γέρον, ὡς οὔτις πινυτώτερος ἄλλος ἐν ἡμῖν
σεῖο πέλει Δαναῶν οὔτʼ ἂρ νέος οὔτε παλαιός,
ὅς φῂς Ἀργείοισιν ἀνηλεγέως χαλεπῆναι
ἄνδρα τόν, ὅντινα τῶνδε θεοὶ μετόπισθε βάλωνται
νίκης· οἱ γὰρ ἄριστοι ἐπὶ σφίσι δηριόωνται·
καί ῥά μοι ἔνδοθεν ἦτορ ἐνὶ φρεσὶ ταῦτα μενοινᾷ,
ὄφρα δορυκτήτοισι δικασπολίην ὀπάσωμεν·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
