# τὰ μεθ᾿ Ὅμηρον 5.173-217

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 5, lines 5.173-5.217. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/5.173

τοὺς καὶ ἀτεμβόμενός τις ὀλέθρια μήσεται ἔργα
Τρωσὶν ἐϋπτολέμοισι, χόλον δʼ οὐκ ἄμμιν ὀπάσσει.
ὣς φάτο· τοὶ δʼ ἕνα θυμὸν ἐνὶ στέρνοισιν ἔχοντες
ἀμφαδὸν ἠνήναντο δικασπολίην ἀλεγεινήν·
τῶν δʼ ἄρʼ ἀναινομένων Τρώων ἐρικυδέες υἷες
ἕζοντʼ ἐν μέσσοισι δορύκτητοί περ ἐόντες,
ὄφρα θέμιν καὶ νεῖκος ἀρήιον ἰθύνωσιν.
Αἴας δʼ ἐν μέσσοισι μέγʼ ἀσχαλόων φάτο μῦθον·
ὦ Ὀδυσεῦ φρένας αἰνέ, τί τοι νόον ἤπαφε δαίμων
ἶσον ἐμοὶ φρονέειν περὶ κάρτεος ἀκαμάτοιο;
ἦ φῂς αἰνὸν ὅμιλον ἐρυκακέειν Ἀχιλῆος
βλημένου ἐν κονίῃσιν, ὅτʼ ἀμφί ἑ Τρῶες ἔβησαν,
ὁππότʼ ἐγὼ κείνοισι φόνον στονόεντʼ ἐφέηκα
σεῖο καταπτώσσοντος; ἐπεί νύ σε γείνατο μήτηρ
δείλαιον καὶ ἄναλκιν, ἀφαυρότερόν περ ἐμεῖο,
ὅσσον τίς τε κύων μεγαλοβρύχοιο λέοντος·
οὐ γάρ τοι στέρνοισι πέλει μενεδήιον ἦτορ,
ἀλλὰ σοὶ ἀμφιμέμηλε δόλος καὶ ἀτάσθαλα ἔργα.
ἠὲ τόδʼ ἐξελάθου, ὅτʼ ἐς Ἰλίου ἱερὸν ἄστυ
ἐλθέμεναι ἀλέεινες ἅμʼ ἀγρομένοισιν Ἀχαιοῖς,
καί σε καταπτώσσοντα καὶ οὐκ ἐθέλοντʼ ἐφέπεσθαι
ἤγαγον Ἀτρεῖδαι; ὡς μὴ ὤφειλες ἱκέσθαι·
σῇς γὰρ ὑπʼ ἐννεσίῃσι κλυτὸν Ποιάντιον υἷα
Λήμνῳ ἐν ἠγαθέῃ λίπομεν μεγάλα στενάχοντα·
οὐκ οἴῳ δʼ ἄρα τῷ γε λυγρὴν ἐπεμήσαο λώβην,
ἀλλὰ καὶ ἀντιθέῳ Παλαμήδεϊ θῆκας ὄλεθρον,
ὃς σέο φέρτερος ἔσκε βίῃ καὶ ἐΰφρονι βουλῇ.
νῦν δʼ ἤδη καὶ ἐμεῖο καταντίον ἐλθέμεν ἔτλης,
οὔτʼ εὐεργεσίης μεμνημένος, οὔτε τι θυμῷ
ἁζόμενος σέο πολλὸν ὑπέρτερον, ὅς σʼ ἐνὶ χάρμῃ
ἐξεσάωσα πάροιθεν ὑποτρομέοντα κυδοιμὸν
δυσμενέων, ὅτε σʼ ἄλλοι ἀνὰ μόθον οἰωθέντα
κάλλιπον ἐν δηίων ὁμάδῳ φεύγοντα καὶ αὐτόν·
ὡς ὄφελον καὶ ἐμεῖο θρασὺ σθένος ἐν δαῒ κείνῃ
αὐτὸς Ζεὺς ἐφόβησεν ἀπʼ αἰθέρος, ὄφρα σε Τρῶες
ἀμφιτόμοις ξιφέεσσι διαμελεϊστὶ κέδασσαν
δαῖτα κυσὶ σφετέροισι, καὶ οὐκ ἂν ἐμεῖο μενοίνας
ἐλθέμεναι κατέναντα δολοφροσύνῃσι πεποιθώς.
σχέτλιε, τίπτε βίῃ πολὺ φέρτατος ἔμμεναι ἄλλων
εὐχόμενος μέσσοισιν ἔχεις νέας, οὐδέ τι θυμῷ
ἔτλης ὥσπερ ἔγωγε θοὰς ἔκτοσθεν ἐρύσσαι
νῆας; ἐπεί νύ σε τάρβος ἐπήιεν. οὐδὲ μὲν αἰνὸν
πῦρ νηῶν ἀπάλαλκες· ἐγὼ δʼ ὑπʼ ἀταρβέϊ θυμῷ
ἔστην καὶ πυρὸς ἄντα καὶ Ἕκτορος, ὅς μοι ὕπεικε
πάντη ἐν ὑσμίνῃ· σὺ δέ μιν περιδείδιες αἰεί.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
