# τὰ μεθ᾿ Ὅμηρον 5.306-344

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 5, lines 5.306-5.344. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/5.306

ὣς φάτο· τὸν δʼ Ὀδυσῆος ἀμείβετο κερδαλέον κῆρ·
Αἶαν, ἐγὼν οὐ σεῖο κακώτερος ἔλπομαι εἶναι
οὐ νόον οὐδὲ βίην, εἰ καὶ μάλα φαίδιμος ἐσσί·
ἀλλὰ νόῳ μὲν ἔγωγε πολὺ προφερέ1στερός εἰμι
σεῖο μετʼ Ἀργείοισι, βίῃ δέ τοι ἀμφήριστος
ἢ καὶ ἀγαυότερος· τὸ δέ που καὶ Τρῶες ἴσασιν,
οἵ με μέγα τρομέουσι καὶ ἢν ἀπάτερθεν ἴδωνται.
καὶ δʼ αὐτὸς σάφα οἶδας ἐμὸν μένος ἠδὲ καὶ ἄλλοι
ἀμφὶ παλαισμοσύνῃ πολυτειρέϊ πολλὰ μογήσας,
ὁππότε δὴ περὶ σῆμα δαϊκταμένου Πατρόκλοιο
Πηλείδης ἐρίθυμος ἀγακλυτὰ θῆκεν ἄεθλα.
ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντʼ ἀλεγεινὴν
αἰζηῶν· νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν
πάντες ὁμοφρονέοντες ἐϋπτολέμῳ Ὀδυσῆι·
τοῦ δʼ ἄμοτον γήθησε νόος· στονάχησε δὲ λαός.
παχνώθη δʼ Αἴαντος ἐῢ σθένος· αἶψα δʼ ἄρʼ αὐτῷ
ἄτη ἀνιηρὴ περικάππεσε· πὰν δέ οἱ εἴσω
ἔζεσε φοίνιον αἷμα· χολὴ δʼ ὑπερέβλυσεν αἰνή·
ἥπατι δʼ ἔγκατʼ ἔμικτο· περὶ κραδίην δʼ ἀλεγεινὸν
ἷξεν ἄχος, καὶ δριμὺ διʼ ἐγκεφάλοιο θεμέθλων
ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος,
σὺν δʼ ἔχεεν νόον ἀνδρός· ἐπὶ χθονὶ δʼ ὄμματα πήξας
ἔστη ἀκινήτῳ ἐναλίγκιος· ἀμφὶ δʼ ἑταῖροι
ἀχνύμενοί μιν ἄγεσκον ἐϋπρώρους ἐπὶ νῆας
πολλὰ παρηγορέοντες· ὁ δʼ ὑστατίην ποσὶν οἶμον
ἤιεν οὐκ ἐθέλων· σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.
ἀλλʼ ὅτε δὴ κατὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον,
Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,
καὶ τότʼ ἔσω μεγάλοιο Θέτις κατεδύσατο πόντου·
σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηίδες· ἀμφὶ δʼ ἄρα σφι
νήχετο κήτεα πολλά, τά τε τρέφει ἁλμυρὸν οἶδμα.
αἱ δὲ μέγα σκύζοντο Προμηθέϊ μητιόεντι
μνώμεναι, ὡς κείνοιο θεοπροπίῃσι Κρονίων
δῶκε Θέτιν Πηλῆι καὶ οὐκ ἐθέλουσαν ἄγεσθαι.
Κυμοθόη δʼ ἐν τῇσι μέγʼ ἀσχαλόωσʼ ἀγόρευεν·
ὤ πόποι, ὡς ὅ γε λυγρὸς ἐπάξια πήμαθʼ ὑπέτλη
δεσμῷ ἐν ἀρρήκτῳ, ὅτε οἱ μέγας αἰετὸς ἧπαρ
κεῖρεν ἀεξόμενον κατὰ νηδύος ἔνδοθι δύνων.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
