# τὰ μεθ᾿ Ὅμηρον 5.345-389

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 5, lines 5.345-5.389. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/5.345

ὣς φάτο Κυμοθόη κυανοπ λοκάμοις ἁλίῃσιν.
ἠέλιος δʼ ἀπόρουσεν, ἐπεσκιόωντο δʼ ἀλωαὶ
νυκτὸς ἐπεσσυμένης, ἐπεκίδνατο δʼ οὐρανὸν ἄστρα.
Ἀργεῖοι δʼ ἐπὶ νηυσὶ τανυπρώροισιν ἴαυον
ὕπνῳ ὑπʼ ἀμβροσίῳ δεδμημένοι ἠδὲ καὶ οἴνῳ
ἡδέϊ, τὸν Κρήτηθε παρʼ Ἰδομενῆος ἀγαυοῦ
ναῦται ὑπὲρ πόντοιο πολυκλύστοιο φέρεσκον.
Αἴας δʼ Ἀργείοισι χολούμενος οὔτʼ ἄρα δόρπου
μνήσατʼ ἐνὶ κλισίῃ μελιηδέος, οὔτε μιν ὕπνος
ἄμφεχεν, ἀλλʼ ὅ γʼ ἑοῖσιν ἐν ἔντεσι δύσατο θύων·
εἵλετο δὲ ξίφος ὀξύ, καὶ ἄσπετα πορφύρεσκεν,
ἢ ὅ γʼ ἐνιπρήσῃ νῆας καὶ πάντας ὀλέσσῃ
Ἀργείους, ἢ μοῦνον ὑπὸ ξίφεϊ στονόεντι
δῃώσῃ μελεϊστὶ θοῶς δολόεντʼ Ὀδυσῆα.
καὶ τὰ μὲν ὥς ὥρμαινε, τὰ δὴ τάχα πάντʼ ἐτέλεσσεν,
εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε λύσσαν·
κήδετο γὰρ φρεσὶν ᾗσι πολυτλήτου Ὀδυσῆος
ἱρῶν μνωομένη, τά οἱ ἔμπεδα κεῖνος ἔρεξε·
τοὔνεκα δὴ μεγάλοιο μένος Τελαμωνιάδαο
τρέψεν ἀπʼ Ἀργείων. ὁ δʼ ἄρʼ ἤιε λαίλαπι ἶσος
σμερδαλέῃ στυγερῇσι καταιγίσι βεβριθυίῃ,
ἥ τε φέρει ναύτῃσι τέρας κρυεροῖο φόβοιο,
Πληιὰς εὖτʼ ἀκάμαντος ἐς ὠκεανοῖο ῥέεθρα
δύεθʼ ὑποπτώσσουσα περικλυτὸν Ὠρίωνα,
ἠέρα συγκλονέουσα, μέμηνε δὲ χείματι πόντος·
τῇ εἰκὼς οἴμησεν, ὅπῃ μιν γυῖα φέρεσκον.
πάντη δʼ ἀμφιθέεσκεν ἀναιδέϊ θηρὶ ἐοικώς,
ὅς τε βαθυσκοπέλοιο διέσσυται ἄγκεα βήσσης
ἀφριόων γενύεσσι καὶ ἄλγεα πολλὰ μενοινῶν
ἢ κυσὶν ἢ ἀγρόταις, οἵ οἱ τέκνα δῃώσωνται
ἄντρων ἐξερύσαντες, ὁ δʼ ἀμφὶ γένυσσι βεβρυχώς,
εἴ που ἔτʼ ἐν ξυλόχοισιν ἴδοι θυμήρεα τέκνα·
τῷ δʼ εἴ τις κύρσειε μεμηνότα θυμὸν ἔχοντι,
αὐτοῦ οἱ βιότοιο λυγρὸν περιτέλλεται ἦμαρ·
ὥς ὅ γʼ ἀμείλιχα θῦνε, μέλαν δέ οἱ ἔζεεν ἦτορ,
εὖτε λέβης ἀλίαστον ἐπʼ ἐσχάρῃ Ἡφαίστοιο
ῥοιβδηδὸν μαίνηται ὑπαὶ πυρὸς αἰθομένοιο,
γάστρην ἀμφὶς ἅπασαν ὅτε ξύλα πολλὰ θέρηται,
ἐννεσίῃς δρηστῆρος ἐπειγομένου ἐνὶ θυμῷ,
εὐτραφέος σιάλοιο περὶ τρίχας ὥς κεν ἀμέρσῃ·
ὣς τοῦ ὑπὸ στέρνοισι πελώριος ἔζεε θυμός.
μαίνετο δʼ ἠΰτε πόντος ἀπείριτος ἠὲ θύελλα
ἤ πυρὸς ἀκαμάτοιο θοὸν μένος, εὖτʼ ἀλίαστον
μαίνηται κατʼ ὄρεσφι βίη μεγάλου ἀνέμοιο,
πίπτῃ δʼ αἰθομένη πυρὶ πάντοθεν ἄσπετος ὕλη·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
