# τὰ μεθ᾿ Ὅμηρον 5.390-431

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 5, lines 5.390-5.431. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/5.390

ὣς Αἴας ὀδύνῃσι πεπαρμένος ὄβριμον ἦτορ
μαίνετο λευγαλέως· ἄπλετος δέ οἱ ἔρρεεν ἀφρὸς
ἐκ στόματος, βρυχὴ γναθμοῖσιν ὀρώρει·
τεύχεα δʼ ἀμφʼ ὤμοισιν ἐπέβραχε, τοὶ δʼ ὁρόωντες
πάντες ὁμῶς ἑνὸς ἀνδρὸς ὑποτρομέεσκον ὁμοκλήν.
καὶ τότʼ ἀπʼ Ὠκεανοῖο κίε χρυσήνιος Ἠώς·
Υπνος δʼ οὐρανὸν εὐρὺν ἀνήιεν εἴκελος αὔρῃ,
Ἥρῃ δὲ ξύμβλητο νέον πρὸς Ὄλυμπον ἰούσῃ
Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ·
ἡ δέ ἑ κύσσεν ἑλοῦσʼ ὅτι οἱ πέλε γαμβρὸς ἀμύμων,
ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν
Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν·
αἶψα δʼ ἄρʼ ἡ μὲν ἔβη Ζηνὸς δόμον, ὅς δʼ ἐπὶ λέκτρα
Πασιθέης οἴμησεν· ἀνέγρετο δʼ ἔθνεα φωτῶν.
Αἴας δʼ ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι
φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα λύσσαν·
ἐν δʼ ἔθορεν μήλοισι, λέων ὥς ὀβριμόθυμος
λιμῷ ὑπʼ ἀργαλέῳ δεδμημένος ἄγριον ἦτορ·
καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερʼ ἄλλοθεν ἄλλα
κάββαλεν, ἠΰτε φύλλα μένος κρατεροῦ Βορέαο
χεύῃ, ὅτʼ ἀνομένου θέρεος μετὰ χεῖμα τράπηται·
ὥς Αἴας μήλοισι μέγʼ ἀσχαλόων ἐνόρουσεν
ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ κῆρας ἰάλλειν.
καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰς
κρύβδʼ ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε·
σήμερον ἦ τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ
Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο,
ὅς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμέας
πάντας ἐνὶ κλισίῃσι κοτεσσάμενος περὶ τευχέων.
ὡς ὄφελον μὴ τῶνδε Θέτις πέρι δῆριν ἔθηκε,
μηδʼ ἄρα Λαέρταο πάϊς μέγʼ ἀμείνονι φωτὶ
ἔτλη δηριάασθαι ἐναντίον ἄφρονι θυμῷ.
νῦν δὲ μέγʼ ἀασάμεσθα, κακὸς δέ τις ἤπαφε δαίμων·
ἕρκος γὰρ πολέμοιο δεδουπότος Αἰακίδαο
μοῦνον ἔτʼ ἦν Αἴαντος ἐΰ σθένος· ἀλλʼ ἄρα καὶ τὸν
ἡμῖν ἐξολέσουσι θεοὶ κακὰ νῶιν ἄγοντες,
ὥς κεν πάντες ἄϊστον ἀναπλήσωμεν ὄλεθρον.
ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
μὴ νῦν, ὦ Μενέλαε, μέγʼ ἀχνύμενος περὶ θυμῷ
σκύζεο μητιόεντι Κεφαλλήνων βασιλῆι·
οὐ γὰρ ὅ γʼ αἴτιός ἐστιν, ἐπεὶ μάλα πολλάκις ἡμῖν
γίνεται ἐσθλὸν ὄνειαρ, ἄχος δʼ ἄρα δυσμενέεσσιν.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
