Ancient Greek
Book 5, lines 5.43-5.85
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 5.43-85
Not analysed yet
καὶ τὰ μὲν ἄρ πολέμοιο τεράατα πάντα τέτυκτο.
εἰρήνης δʼ ἀπάνευθεν ἔσαν περικαλλέος ἔργα·
ἀμφὶ δὲ μυρία φῦλα πολυτλήτων ἀνθρώπων
ἄστεα καλὰ νέμοντο· δίκη δʼ ἐπέδερκετο πάντα·
ἄλλοι δʼ ἄλλʼ ἐπὶ ἔργα χέρας φέρον· ἀμφὶ δʼ ἀλωαὶ
καρποῖς ἐβρίθοντο· μέλαινα δὲ γαῖα τεθήλει.
Αἰπύτατον δʼ ἐτέτυκτο θεοκμήτῳ ἐπὶ ἔργῳ
καὶ τρηχὺ ζαθέης Ἀρετῆς ὄρος· ἐν δὲ καὶ αὐτὴ
εἱστήκει φοίνικος ἐπεμβεβαυῖα κατʼ ἄκρης
ὑψηλή, ψαύουσα πρὸς οὐρανόν· ἀμφὶ δὲ πάντη
ἀτραπιτοὶ θαμέεσσι διειργόμεναι σκοπέλοισιν
ἀνθρώπων ἀπέρυκον ἐῢν πάτον, οὕνεκα πολλοὶ
εἰσοπίσω χάζοντο τεθηπότες αἰπὰ κέλευθα,
παῦροι δʼ ἱερὸν οἶμον ἀνήιον ἱδρώοντες.
ἐν δʼ ἔσαν ἀμητῆρες ἀνὰ πλατὺν ὄγμον ἰόντες
σπεύδοντες δρεπάνῃσι νεήκεσι, τῶν δʼ ὑπὸ χερσὶ
ἤνυτο λήιον αὖον· ἐφεσπόμενοι δʼ ἔσαν ἄλλοι
πολλοὶ ἀμαλλοδετῆρες· ἀέξετο δʼ ἐς μέγα ἔργον.
ἐν δὲ βόες ζεύγλῃσιν ὑπʼ αὐχένας αἰὲν ἔχοντες,
οἱ μὲν ἀπήνας εἷλκον ἐϋσταχύεσσιν ἀμάλλαις
βριθομένας, οἱ δʼ αὖθις, ἀροτρεύεσκον ἀρούρας·
τῶν δὲ πέδον μετόπισθε μελαίνετο, τοὶ δʼ ἐφέποντο
αἰζηοὶ μετὰ τοῖσι βοοσσόα κέντρα φέροντες
χερσὶν ἀμοιβαδίῃς· ἀνεφαίνετο δʼ ἄσπετον ἔργον.
ἐν δʼ αὐλοὶ κιθάραι τε παρʼ εἰλαπίνῃσι πέλοντο·
ἐν δὲ νέων παρὰ ποσσὶ χοροὶ ἵσταντο γυναικῶν·
αἱ δʼ ἄρʼ ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι.
ἄγχι δʼ ἄρʼ ὀρχηθμοῦ τε καὶ εὐφροσύνης ἐρατεινῆς
ἀφρὸν ἔτʼ ἀμφὶ κόμῃσιν ἔχουσʼ ἀνεδύετο πόντου
Κύπρις ἐϋστέφανος, τὴν δʼ Ἵμερος ἀμφεποτᾶτο
μειδιόων ἐρατεινὰ σύν ἠϋκόμοις Χαρίτεσσιν.
ἐν δʼ ἄρʼ ἔσαν Νηρῆος ὑπερθύμοιο θύγατρες
ἐξ ἁλὸς εὐρυπόροιο κασιγνήτην ἀνάγουσαι
ἐς γάμον Αἰακίδαο δαΐφρονος· ἀμφὶ δὲ πάντες
ἀθάνατοι δαίνυντο μακρὴν ἀνὰ Πηλίου ἄκρην·
ἀμφὶ δʼ ἄρʼ ὕδρηλοί τε καὶ εὐθαλέες λειμῶνες
ἔσκον ἀπειρεσίοισι κεκασμένοι ἄνθεσι ποίης,
ἄλσεά τε κρῆναί τε διειδέες ὕδατι καλῷ.
νῆες δὲ στονόεσσαι ὑπὲρ πόντοιο φέροντο,
αἱ μὲν ἄρʼ ἐσσύμεναι ἐπικάρσιαι, αἱ δὲ κατʼ ἰθὺ
νισσόμεναι· περὶ δέ σφιν ἀέξετο κῦμʼ ἀλεγεινὸν
ὀρνύμενον· ναῦται δὲ τεθηπότες ἄλλοθεν ἄλλος
ἐσσυμένας φοβέοντο καταιγίδας, ὡς ἐτεόν περ,
λαίφεα λεύκʼ ἐρύοντες, ἵνʼ ἐκ θανάτοιο φύγωσιν·