Ancient Greek
Book 5, lines 5.557-5.595
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 5.557-595
Not analysed yet
καὶ δέ με δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ
οἰχομένου σέο πρόσθεν, ὅ μοι θεὸς ὥς ἐτέτυξο.
ὥς φ; μένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων·
ὦ γύναι, οὔ νύ σέ τις δμωήν ποτε θήσεται ἄλλος
Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδʼ ἐμεῦ αὐτοῦ·
ἀλλά σε τίσομεν αἰέν ἀπειρεσίοις γεράεσσι,
τίσομεν ὥστε θεήν, καὶ σὸν τέκος, ὡς ἔτʼ ἐόντος
ἀντιθέου Αἴαντος, ὅς ἔπλετο κάρτος Ἀχαιῶν.
αἴθʼ ὄφελον μηδʼ ἄλγος Ἀχαιίδα θήκατο πάσῃ
αὐτὸς ἐῇ ὑπὸ χειρὶ δαμείς· οὐ γάρ μιν ἀπείρων
δυσμενέων σθένε λαός ὑπʼ Ἄρεϊ δῃώσασθαι.
ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δʼ Ἑλλήσποντος
μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατʼ ἀνίη.
καὶ δʼ αὐτόν λάβε πένθος Ὀδυσσέα μητιόεντα
κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν
τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς·
ὦ φίλοι, ὡς οὔπω τι κακώτερον ἄλλο χόλοιο
γίνεται, ὅς τε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει·
ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν
ἀμφʼ ἐμοὶ ἐν φρεσὶν ᾖσι χολούμενον· ὡς ὄφελόν μοι
μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων
νίκην ἀμφεβάλοντʼ ἐρικυδέα, τῆς πέρι θυμὸν
ἀχνύμενος πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
ὤλετο χερσὶν ἑῇσι· χόλου δέ οἱ οὔτι ἔγωγε
αἴτιος, ἀλλά τις Αἶσα πολύστονος, ἥ μιν ἐδάμνα·
εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει
κεῖνον ἀλαστήσειν καθʼ ἑὸν νόον, οὔτʼ ἄν ἔγωγε
ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτε τινʼ ἄλλον
ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι,
ἀλλὰ καὶ αὐτὸς ἔγωγε θεουδέα τεύχἐ ἀείρας
προφρονέως ἄν ὄπασσα, καὶ εἴ τί περ ἄλλο μενοίνα.
νῦν δέ μιν οὔτι ἔγωγε μέγʼ ἀχνύμενον χαλεπῆναι
ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς
οὔτε περὶ πτόλιος μαχόμην οὔτʼ εὐρέος ὄλβου,
ἀλλά μοι ἀμφʼ ἀρετῆς νεῖκος πέλεν, ἦς πέρι δῆρις
τερπνὴ γίνεται αἰὲν ἐΰφροσιν ἀνθρώποισι·
κεῖνος δʼ ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ δαίμονος Αἴσῃ
ἤλιτεν· οὐ γὰρ ἔοικε μέγʼ ἀσχαλάαν ἐνὶ θυμῷ·