# τὰ μεθ᾿ Ὅμηρον 5.596-640

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 5, lines 5.596-5.640. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/5.596

ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλʼ ἐπιόντα
τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενί, μηδʼ ἀκάχησθαι.
ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
ἀλλʼ ὅτε δὴ κορέσαντο γόου καὶ πένθεος αἰνοῦ·
δὴ τότε Νηλέος υἱὸς ἔτʼ ἀχνυμένοισιν ἔειπεν·
ὦ φίλοι, ὡς ἄρα Κῆρες ἀνηλέα θυμὸν ἔχουσαι
ἡμῖν αἶψʼ ἐβάλοντο λυγρῷ ἐπὶ πένθεϊ πένθος
Αἴαντος φθιμένοιο πολυσθενέος τʼ Ἀχιλῆος
ἄλλων τʼ Ἀργείων ἠδʼ υἱέος ἡμετέροιο
Ἀντιλόχου. ἀλλʼ οὔτι θέμις κταμένους ἐνὶ χάρμῃ
κλαίειν ἤματα πάντα καὶ ἀσχαλάαν ἐνὶ θυμῷ,
ἀλλὰ γόου λήσασθαι ἀεικέος, οὕνεκʼ ἄμεινον
ἕρδειν, ὅσσα βροτοῖσιν ἐπὶ φθιμένοισιν ἔοικε,
πυρκαϊήν καὶ σῆμα, καὶ ὀστέα ταρχύσασθαι·
νεκρὸς δʼ οὔτι γόοισιν ἀνέγρεται, οὐδέ τι οἶδε
φράσσασθʼ, εὖτέ ἑ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.
ἦ ῥα παρηγορέων· περὶ δʼ ἀντίθεοι βασιλῆες
ἀθρόοι αἶψʼ ἀγέροντο μέγʼ ἀχνύμενοι κέαρ ἔνδον,
καί ἑ μέγαν περʼ ἐόντα θοῶς ποτὶ νῆας ἔνεικαν
πολλοὶ ἀείραντες· κατὰ δὲ σπείροισι κάλυψαν
αἷμʼ ἀποφαιδρύναντες, ὅ οἱ βριαροῖς μελέεσσι
τερσόμενον περίκειτο καὶ ἔντεσι σὺν κονίῃσι·
καὶ τότʼ ἀπʼ Ἰδαίων ὀρέων φέρον ἄσπετον ὕλην
αἰζηοί, πάντη δὲ νέκυν πέρι νηήσαντο·
πολλὰ δʼ ἄρʼ ἀμφʼ αὐτῷ θῆκαν ξύλα, πολλὰ δὲ μῆλα
φάρεά τʼ εὐποίητα βοῶν τʼ ἐρικυδέα φῦλα
ἠδὲ καὶ ὠκυτάτοισιν ἀγαλλομένους ποσὶν ἵππους
χρυσόν τʼ αἰγλήεντα καὶ ἄσπετα τεύχεα φωτῶν,
ὅσσα πάρος κταμένων ἀποαίνυτο φαίδιμος ἀνήρ,
ἤλεκτρόν τʼ ἐπὶ τοῖσι διειδέα, τόν ῥά τέ φασιν
ἔμμεναι Ἠελίοιο πανομφαίοιο θυγατρῶν
δάκρυ, τὸ δὴ Φαέθοντος ὑπὲρ κταμένοιο χέαντο
μυρόμεναι μεγάλοιο παρὰ ῥόον Ἠριδανοῖο,
καὶ τὸ μὲν Ἠέλιος γέρας ἄφθιτον υίέϊ τεύχων
ἤλεκτρον ποίησε μέγα κτέαρ ἀνθρώποισι,
τόν ῥα τότʼ εὐρυπέδοιο πυρῆς καθύπερθε βάλοντο
Ἀργεῖοι κλυτὸν ἄνδρα δεδουπότα κυδαίνοντες
Αἴαντʼ· ἀμφὶ δέ οἱ μέγαλα στενάχοντες ἔθεντο
τιμήεντʼ ἐλέφαντα καὶ ἄργυρον ἱμερόεντα
ἠδὲ καὶ ἀμφιφορῆας ἀλείφατος ἄλλα τε πάντα,
ὁππόσα κυδήεντα καὶ ἀγλαὸν ὄλβον ὀφέλλει.
ἐν δʼ ἔβαλον κρατεροῖο πυρὸς μένος· ἦλθε δὲ πνοιὴ
ἐξ ἁλός, ἣν προέηκε θεὰ Θέτις, ὄφρα θέρηται
Αἴαντος μεγάλοιο βίη· ὁ δὲ νύκτα καὶ ἠῶ
καίετο πὰρ νήεσσιν ἐπειγομένου ἀνέμοιο·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
