# τὰ μεθ᾿ Ὅμηρον 5.86-132

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 5, lines 5.86-5.132. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/5.86

οἱ δʼ ἕζοντʼ ἐπʼ ἐρετμὰ πονεύμενοι· ἀμφὶ δὲ νηυσὶ
πυκνὸν ἐρεσσομένῃσι μέλας λευκαίνετο πόντος.
τοῖς δʼ ἔπι κυδιόων μετὰ κήτεσιν εἰναλίοισιν
ἤσκητʼ Ἐννοσίγαιος· ἀελλόποδες δέ μιν ἵπποι
ὡς ἐτεὸν σπεύδοντες ὑπὲρ πόντοιο φέρεσκον
χρυσείῃ μάστιγι πεπληγότες· ἀμφὶ δὲ κῦμα
στόρνυτʼ ἐπεσσυμένων, ὁμαλὴ δʼ ἄρα πρόσθε γαλήνη
ἔπλετο· τοὶ δʼ ἑκάτερθεν ἀολλέες ἀμφὶς ἄνακτα
ἀγρόμενοι δελφῖνες ἀπειρέσιον κεχάροντο
σαίνοντες βασιλῆα, κατʼ ἠερόεν δʼ ἁλὸς οἶδμα
νηχομένοις εἴδοντο καὶ ἀργύρεοί περ ἐόντες.
ἄλλα δὲ μυρία κεῖτο κατʼ ἀσπίδα τεχνήεντα
χερσὶν ὑπʼ ἀθανάτῃς πυκινόφρονος Ἡφαίστοιο·
πάντα δʼ ἄρʼ ἐστεφάνωτο βαθὺς ῥόος Ὠκεανοῖο,
οὕνεκʼ ἔην ἔκτοσθε κατʼ ἄντυγος, ᾗ ἔνι πᾶσα
ἀσπὶς ἐνεστήρικτο, δέδεντο δὲ δαίδαλα πάντα.
τῇ δʼ ἄρα παρκατέκειτο κόρυς μέγα βεβριθυῖα·
Ζεὺς δέ οἱ ἀμφετέτυκτο μέγʼ ἀσχαλόωντι ἐοικώς,
οὐρανῷ ἐμβεβαώς· περὶ δʼ ἀθάνατοι πονέοντο
Τιτήνων ἐριδαινομένων Διὶ συμμεμαῶτες·
τοὺς δʼ ἤδη κρατερὸν πῦρ ἄμφεχεν· ἐκ δὲ κεραυνοὶ
ἄλληκτοι νιφάδεσσιν ἐοικότες ἐξεχέοντο
οὐρανόθεν· Ζηνὸς γὰρ ἀάσπετον ὤρνυτο κάρτος·
οἱ δʼ ἄρʼ ἔτʼ αἰθομένοισιν ἐοικότες ἀμπνείεσκον.
ἀμφὶ δὲ θώρηκος γύαλον παρεκέκλιτο καλὸν
ἄρρηκτον βριαρόν τε, τὸ χάνδανε Πηλείωνα.
κνημῖδες δʼ ἤσκηντο πελώριαι· ἀμφὶ δʼ ἐλαφραὶ
μούνῳ ἔσαν Ἀχιλῆι μάλα στιβαραί περ ἐοῦσαι.
ἀγχόθι δʼ ἄσχετον ἆορ ἄδην περιμαρμαίρεσκε
χρυσείῳ τελαμῶνι κεκασμένον ἀργυρέῳ τε
κουλεῷ ᾧ ἔπι κώπη ἀρηραμένη ἐλέφαντος
θεσπεσίοις τεύχεσσι μετέπρεπε παμφανόωσα.
τοῖς δὲ παρεκτετάνυστο κατὰ χθονὸς ὄβριμον ἔγχος,
Πηλιὰς ὑψικόμῃσιν ἐειδομένη ἐλάτῃσι
λύθρου ἔτι πνείουσα καὶ αἵματος Ἑκτορέοιο.
καὶ τότʼ ἐν Ἀργείοισι Θέτις κυανοκρήδεμνος
θεσπέσιον φάτο μῦθον ἀκηχεμένη Ἀχιλῆος·
νῦν μὲν δὴ κατʼ ἀγῶνος ἀέθλια πάντα τελέσθη,
ὅσσʼ ἐπὶ παιδὶ θανόντι μέγʼ ἀχνυμένη κατέθηκα·
ἀλλʼ ἴτω ὅς τʼ ἐσάωσε νέκυν καὶ ἄριστος Ἀχαιῶν,
καί νύ κέ οἱ θηητὰ καὶ ἄμβροτα τεύχἐ ἕσασθαι
δώσω, ἅ καὶ μακάρεσσι μέγʼ εὔαδεν ἀθανάτοισιν.
ὥς φάτο· τοὶ δʼ ἀνόρουσαν ἐριδμαίνοντʼ ἐπέεσσιν
υἱὸς Λαέρταο καὶ ἀντιθέου Τελαμῶνος
Αἴας, ὅς μέγα πάντας ὑπείρεχεν ἐν Δαναοῖσιν,
ἀστὴρ ὡς ἀρίδηλος ἀνʼ οὐρανὸν αἰγλήεντα
ἕσπερος, ὅς μέγα πᾶσι μετʼ ἀστράσι παμφαίνησι·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
