# τὰ μεθ᾿ Ὅμηρον 6.125-164

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 6, lines 6.125-6.164. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/6.125

ὡς δʼ ὁπόθʼ ἕρκεος ἐντὸς ἐεργμένοι ἀθρήσωσιν
ἥμεροι ἀνέρα χῆνες, ὅτις σφίσιν εἴδατα βάλλῃ,
ἀμφὶ δέ μιν στομάτεσσι περισταδὸν ἰύζοντες
σαίνουσιν, τοῦ δʼ ἦτορ ἰαίνεται εἰσορόωντος·
ὣς ἄρα Τρώιοι υἷες ἐγήθεον, εὖτʼ ἐσίδοντο
ὄβριμον Εὐρύπυλον, τοῦ δʼ ἐν φρεσὶ θαρσαλέον κῆρ
τέρπετʼ ἀγειρομένοισιν· ἀπὸ προθύρων δὲ γυναῖκες
θάμβεον ἀνέρα δῖον· ὁ δʼ ἔξοχος ἔσσυτο λαῶν
ἠΰτε τις θώεσσι λέων ἐν ὄρεσσι μετελθών.
τὸν δὲ Πάρις δείδεκτο, τίεν δέ μιν Ἕκτορι ἶσον·
τοῦ γὰρ ἀνεψιὸς ἔσκεν, ἰῆς τʼ ἐτέτυκτο γενέθλης·
τὸν γὰρ δὴ τέκε δῖα κασιγνήτη Πριάμοιο
Ἀστυόχη κρατερῇσιν ὑπʼ ἀγκοίνῃσι μιγεῖσα
Τηλέφου, ὅν ῥα καὶ αὐτὸν ἀταρβέϊ Ἡρακλῆι
λάθρῃ ἑοῖο τοκῆος ἐϋπλόκαμος τέκεν Αὔγη·
καί μιν τυτθὸν ἐόντα καὶ ἰσχανόωντα γάλακτος
θρέψε θοή ποτε κεμμάς, ἑῷ δʼ ἴσα φίλατο νεβρῷ
μαζὸν ὑποσχομένη βουλῇ Διός· οὐ γὰρ ἐῴκει
ἔκγονον Ἡρακλῆος ὀϊζυρῶς ἀπολέσθαι.
τοῦ δʼ ἄρα κύδιμον υἷα Πάρις μάλα πρόφρονι θυμῷ
ἦγεν ἑὸν ποτὶ δῶμα διʼ εὐρυχόροιο πόληος
σῆμα πάρʼ Ἀσσαράκοιο καὶ Ἕκτορος αἰπὰ μέλαθρα
νηόν τε ζάθεον Τριτωνίδος, ἔνθα οἱ ἄγχι
δώματʼ ἔσαν καὶ βωμὸς ἀκήρατος Ἑρκείοιο·
καί μιν ἀδελφειῶν πηῶν θʼ ὕπερ ἠδὲ τοκήων
εἴρετο προφρονέως· ὁ δέ οἱ μάλα πάντʼ ἀγόρευεν·
ἄμφω δʼ ὣς ὀάριζον ἅμʼ ἀλλήλοισι κιόντες.
ἦλθον δʼ ἐς μέγα δῶμα καὶ ὄλβιον· ἔνθα δʼ ἄρʼ ἧστο
ἀντιθέη Ἑλένη Χαρίτων ἐπιειμένη εἶδος·
καί ῥά μιν ἀμφίπολοι πίσυρες περιποιπνύεσκον,
ἄλλαι δʼ αὖτʼ ἀπάνευθεν ἔσαν κλειτοῦ θαλάμοιο
ἔργα τιτυσκόμεναι, ὁπόσα δμωῇσιν ἔοικεν.
Εὐρύπυλον δʼ Ἑλένη μέγʼ ἐθάμβεεν εἰσορόωσα,
κεῖνος δʼ αὖθʼ Ἑλένην· μετὰ δʼ ἀλλήλους ἐπέεσσιν
ἄμφω δεικανόωντο δόμῳ ἐνὶ κηώεντι·
δμῶες δʼ αὖτε θρόνους δοιὼ θέσαν ἐγγὺς ἀνάσσης·
αἶψα δʼ Ἀλέξανδρος κατʼ ἄρʼ ἕζετο, πὰρ δʼ ἄρα τῷ γε
Εὐρύπυλος. λαοὶ δὲ πρὸ ἄστεος αὖλιν ἔθεντο,
ᾗχι φυλακτῆρες Τρώων ἔσαν ὀβριμόθυμοι·
αἶψα δὲ τεύχεα θῆκαν ἐπὶ χθόνα, πὰρ δὲ καὶ ἵππους
στῆσαν ἔτι πνείοντας ὀϊζυροῖο μόγοιο·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
