# τὰ μεθ᾿ Ὅμηρον 6.165-207

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 6, lines 6.165-6.207. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/6.165

ἐν δὲ φάτνῃσι βάλοντο, τά τʼ ὠκέες ἵπποι ἔδουσι.
καὶ τότε νὺξ ἐπόρουσε, μελαίνετο δʼ αἶα καὶ αἰθήρ·
οἱ δʼ ἄρα δαῖτʼ ἐπάσαντο πρὸ τείχεος αἰπεινοῖο
Κήτειοι Τρῶές τε· πολὺς δʼ ἐπὶ μῦθος ὀρώρει
δαινυμένων· πάντῃ δὲ πυρὸς μένος αἰθαλόεντος
δαίετο πὰρ κλισίῃσιν· ἐπίαχε δʼ ἠπύτα σύριγξ
αὐλοί τε λιγυροῖσιν ἀρηράμενοι καλάμοισιν,
ἀμφὶ δὲ φορμίγγων ἰαχὴ πέλεν ἱμερόεσσα.
Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον εἰσορόωντες
ἐν πεδίῳ πυρὰ πολλὰ καὶ ἄσπετον εἰσαΐοντες
αὐλῶν φορμίγγων τʼ ἰαχὴν ἀνδρῶν καὶ ἵππων
σύριγγός θʼ, ἣ δαιτὶ μεταπρέπει ἠδὲ νομεῦσι·
τοὔνεκʼ ἄρʼ οἷσιν ἕκαστος ἐπὶ κλισίῃσι κέλευσε
νῆας ἀμοιβαίῃσι φυλασσέμεν ἄχρις ἐς ἠῶ,
μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες
οἵ ῥα τότʼ αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον.
ὣς δʼ αὕτως κατὰ δώματʼ Ἀλεξάνδροιο δαΐφρων
δαίνυτο Τηλεφίδης μετʼ ἀγακλειτῶν βασιλήων·
πολλὰ δʼ ἄρα Πρίαμός τε καὶ ἄλλοι Τρώιοι υἷες
ἑξείης ηὔχοντο μιγήμεναι Ἀργείοισιν
αἴσῃ ἐν ἀργαλέῃ· ὁ δʼ ὑπέσχετο πάντα τελέσσειν.
αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθʼ ἕκαστος·
Εὐρύπυλος δʼ αὐτοῦ κατελέξατο βαιὸν ἄπωθεν
ἐς τέγος εὐποίητον, ὅπῃ πάρος αὐτὸς ἴαυεν
ἠῢς Ἀλέξανδρος μετʼ ἀγακλειτῆς ἀλόχοιο·
κεῖνο γὰρ ἔκπαγλόν τε καὶ ἔξοχον ἔπλετο πάντων·
ἔνθʼ ὅ γε λέξατʼ ἰών· τοὶ δʼ ἄλλοσε κοῖτον ἕλοντο
μέχρις ἐπʼ Ἠριγένειαν ἐΰθρονον. αὐτὰρ ἅμʼ ἠοῖ
Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε
σύν τʼ ἄλλοις βασιλεῦσιν, ὅσοι κατὰ Ἴλιον ἦσαν·
λαοὶ δʼ αὐτίκʼ ἔδυσαν ἐν ἔντεσι μαιμώωντες,
πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι·
ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις
τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι·
καί οἱ δαίδαλα πολλὰ κατʼ ἀσπίδα δῖαν ἔκειτο,
ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.
ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες
δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δράκοντες
σμερδαλέον μεμαῶτες· ὁ δέ σφεας ἄλλοθεν ἄλλον
νηπίαχός περ ἐὼν ὑπεδάμνατο· καί οἱ ἀταρβὴς
ἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει
ἐξ ἀρχῆς· οὐ γάρ τι θεῶν γένος οὐρανιώνων
ἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ
ἕσπετʼ ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
