# τὰ μεθ᾿ Ὅμηρον 6.208-248

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 6, lines 6.208-6.248. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/6.208

ἐν δὲ Νεμειαίοιο βίη ἐτέτυκτο λέοντος
ὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι
τειρόμενος κρατερῶς· βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν
αἱματόεις ἀφρὸς ἔσκεν· ἀποπνείοντι δʼ ἐῴκει.
ἄγχι δέ οἱ πεπόνητο μένος πολυδειράδος ὕδρης
αἰνὸν λιχμώωσα· καρήατα δʼ ἀλγινόεντα
ἄλλα μὲν ἄρ δέδμητο κατὰ χθονός, ἄλλα δʼ ἄεξεν
ἐξ ὀλίγων μάλα πολλά· πόνος δʼ ἔχεν Ἡρακλῆα
θαρσαλέον τʼ Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε
ἄμφω, ὁ μὲν τέμνεσκε καρήατα μαιμώωντα
ἅρπῃ ὑπʼ ἀγκυλόδοντι θοῶς, ὁ δὲ καῖε σιδήρῳ
αἰθομένῳ· κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή.
ἑξείης δʼ ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο
ἀφριόων γενύεσσι· φέρεν δέ μιν, ὡς, ἐτεόν περ,
ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο.
Κεμμὰς δʼ εὖ ἤσκητο θοὴ πόδας, ἥ τʼ ἀλεγεινῶν
ἀμφὶ περικτιόνων μέγʼ ἐσίνετο πᾶσαν ἀλωήν·
καὶ τὴν μὲν χρυσέοιο κεράατος ὄβριμος ἥρως
ἄμφεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀϋτμήν.
ἀμφὶ δʼ ἄρα στυγεραὶ Στυμφηλίδες· αἱ μὲν ὀϊστοῖς
βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἱ δʼ ἔτι φύζης
μνωόμεναι πολιοῖο διʼ ἠέρος ἐσσεύοντο·
τῇσι δʼ ἔφʼ Ἡρακλέης κεχολωμένος ἄλλον ἐπʼ ἄλλῳ
ἰὸν ἀεὶ προΐαλλε μάλα σπεύδοντι ἐοικώς.
ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο
τεχνήεις ἤσκητο κατʼ ἀκαμάτοιο βοείης·
τῷ δʼ ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖο
ὄβριμος Ἡρακλέης ἐπαγίνεεν· ἀμφὶ δὲ Νύμφαι
θάμβεον ἄσπετον ἔργον. ἀπόπροθι δʼ ἔπλετο ταῦρος
πύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα
γνάμπτε βίῃ κρατεροῖο κεράατος· οἱ δέ οἱ ἄμφω
ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο·
καί ῥʼ ὁ μέν ὡς μυκηθμὸν ἱεὶς πέλεν. ἄγχι δʼ ἄρʼ αὐτοῦ
ἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος
Ἱππολύτη· καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσι
δαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνων
εἶλε κόμης ἵπποιο κατʼ ὠκέος· αἱ δʼ ἀπάτερθεν
ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. ἀμφὶ δὲ λυγραὶ
Θρηικίην ἀνά γαῖαν ἔσαν Διομήδεος ἵπποι
ἀνδροβόροι· καί τάς μέν ἐπὶ στυγερῇσι φάτνῃσιν
αὐτῷ σύν βασιλῆι κακὰ φρονέοντι δάϊξεν.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
