Ancient Greek
Book 6, lines 6.249-6.291
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 6.249-291
Not analysed yet
ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆος
τεθναότος παρὰ βουσί· καρήατα δʼ ἐν κονίῃσιν
αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα·
πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλων
ὄρθρος, ἀνιηρῷ ἐναλίγκιος ὄβριμον ἀλκὴν
Κερβέρῳ, ὅς ῥά οἱ ἔσκεν ἀδελφεός· ἀμφὶ δʼ ἔκειτο
βουκόλος Εὐρυτίων μεμορυγμένος αἵματι πολλῷ.
ἀμφὶ δέ χρύσεα μῆλα τετεύχατο μαρμαίροντα
Ἑσπερίδων ἀνὰ πρέμνον ἀκήρατον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
σμερδαλέος δέδμητο δράκων· ταὶ δʼ ἄλλοθεν ἄλλαι
πτώσσουσαι θρασύν υἷα Διός μεγάλοιο φέβοντο.
ἐν δʼ ἄρʼ ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαι
Κέρβερος, ὅν ῥʼ ἀκάμαντι Τυφωέϊ γείνατʼ Ἔχιδνα
ἄντρῳ ὑπʼ ὀκρυόεντι μελαίνης ἀγχόθι νυκτὸς
ἀργαλέης· ὁ δʼ ἄρʼ ἦεν ἀεικέλιόν τι πέλωρον
ἀμφʼ ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀΐδαο
εἴργων νεκρὸν ὅμιλον ὑπʼ ἠερόεντι βερέθρῳ·
ῥεῖα δέ μιν Διός υἱὸς ὑπὸ πληγῇσι δαμάσσας
ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα,
ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον
θαρσαλέως. ἐτέτυκτο δʼ ἀπόπροθεν ἄγκεα μακρὰ
Καυκάσου· ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλα
αὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίαις
λῦε μέγαν Τιτῆνα· λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο
αἰετὸς ἀλγινόεντι δέμας βεβλημένος ἰῷ.
Κενταύρων δʼ ἐτέτυκτο πολυσθενέων μέγα κάρτος
ἀμφὶ Φόλοιο μέλαθρον· ἔρις δʼ ὀρόθυνε καὶ οἶνος
ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι·
καὶ ῥʼ οἱ μὲν πεύκῃσι περὶ δμηθέντες ἔκειντο,
τὰς ἔχον ἐν χείρεσσι μάχης ἄκος· οἱ δʼ ἔτι μακρῇς
δηριόωντʼ ἐλάτῃσι μεμαότες, οὐδʼ ἀπέληγον
ὑσμίνης· πάντων δὲ καρήατα δεύετο λύθρῳ
θεινομένων ἀνὰ δῆριν ἀμείλιχον, ὡς ἐτεόν περ·
οἴνῳ δʼ αἷμα μέμικτο, συνηλοίητο δὲ πάντα
εἴδατα καὶ κρητῆρες ἐΰξεστοί τε τράπεζαι.
Νέσσον δʼ αὖθʼ ἑτέρωθι παρὰ ῥόον Εὐηνοῖο
κείνης ἐκπροφυγόντα μάχης ὑπεδάμνατʼ ὀϊστῷ
ἀμφʼ ἐρατῆς αλόχοιο χολούμενος, ἐν δʼ ἐτέτυκτο
ὀβρίμου Ἀνταίοιο μέγα σθένος, ὅν ῥα καὶ αὐτὸν
ἀμφὶ παλαισμοσύνης ἄμοτον περιδηριόωντα
ὑψοῦ ἀειράμενος κρατερῇς συνέαξε χέρεσσι.
κεῖτο δʼ ἐπὶ προχοῇσιν ἐϋρρόου Ἑλλησπόντου
ἀργαλέον μέγα κῆτος ἀμειλίκτοισιν ὀϊστοῖς
βλήμενον· Ἡσιόνης δέ κακούς ἀπελύετο δεσμούς.