# τὰ μεθ᾿ Ὅμηρον 6.292-334

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 6, lines 6.292-6.334. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/6.292

ἄλλα δʼ ἄρʼ Ἀλκείδαο θρασύφρονος ἄσπετα ἔργα
ἄμφεχεν Εὐρυπύλοιο διοτρεφέος σάκος εὐρύ.
φαίνετο δʼ ἶσος Ἄρηι μετὰ στίας ἀΐσσοντι·
Τρῶες δʼ ἀμφιέποντες ἐγήθεον, εὖτʼ ἐσίδοντο
τεύχεά τʼ ἠδέ καί ἄνδρα θεῶν ἐπιειμένον εἶδος·
τὸν δὲ Πάρις ποτὶ δῆριν ἐποτρύνων προσέειπε·
χαίρω σεῖο κιόντος, ἐπεί νύ μοι. ἦτορ ἔολπεν
Ἀργείους μάλα πάντας ὀϊζυρῶς ἀπολέσθαι
αὐτῇς σὺν νήεσσιν, ἐπεὶ βροτὸν οὔποτε τοῖον
ἔδρακον ἐν Τρώεσσιν ἐϋπτολέμοισί τʼ Ἀχαιοῖς.
ἀλλὰ σύ, πρὸς μεγάλοιο καὶ ὀβρίμου Ἡρακλῆος,
τῷ μέγεθός τε βίην τε καὶ ἀγλαὸν εἶδος ἔοικας,
κείνου μνωόμενος φρονέων τʼ ἀντάξια ἔργα
θαρσαλέως Τρώεσσι δαϊζομένοις ἐπάμυνον,
ἤν πως ἀμπνεύσωμεν· ἐπεὶ σέγε μοῦνον όΐω
ἄστεος ὀλλυμένοιο κακὰς ἀπό κῆρας ἀλέξαι.
ἦ μέγʼ ἐποτρύνων· ὁ δέ μιν προσεφώνεε μύθῳ·
Πριαμίδη μεγάθυμε, δέμας μακάρεσσιν ἐοικώς,
ταῦτα μὲν ἀθανάτων ἐνὶ γούνασιν ἐστήρικται,
ὅς τε θάνῃ κατὰ δῆριν ὑπέρβιον ἠὲ σαωθῇ·
ἡμεῖς δʼ, ὥσπερ ἔοικε καὶ ὡς σθένος ἐστὶ μάχεσθαι,
στησόμεθα πρὸ πόληος· ἔπειτα δέ καὶ τόδʼ ὀμοῦμαι,
μὴ πρὶν ὑποστρέψειν, πρὶν ἢ κτάμεν ἢ ἀπολέσθαι.
ὣς φάτο θαρσαλέως· Τρῶες δʼ ἐπὶ μακρὰ χάροντο.
καὶ τότʼ Ἀλέξανδρόν τε καὶ Αἰνείαν ἐρίθυμον
Πουλυδάμαντά τʼ ἐϋμμελίην καὶ Πάμμονα δῖον
Δηίφοβόν τʼ ἐπὶ τοῖσι καὶ Αἴθικον, ὃς περὶ πάντων
Παφλαγόνων ἐκέκαστο μάχῃ ἔνι τλῆναι ὅμιλον,
τοὺς ἅμα λέξατο πάντας ἐπισταμένους πονέεσθαι,
ὅππως δυσμενέεσσιν ἐπὶ πρώτοισι μάχωνται
ἐν πολέμῳ· μάλα δʼ ὦκα κίον προπάροιθεν ὁμίλου·
προφρονέως δʼ οἴμησαν ἀπʼ ἄστεος· ἀμφὶ δέ λαοὶ
πολλοὶ ἕπονθʼ, ὡς εἴ τε μελισσάων κλυτὰ φῦλα
ἡγεμόνεσσιν ἑοῖσι κατηρεφέος σίμβλοιο
ἐκχύμεναι καναχηδόν, ὅτʼ εἴαρος ἦμαρ ἵκηται·
ὥς ἄρα τοῖσιν ἕποντο βροτοὶ ποτὶ δῆριν ἰοῦσι·
τῶν δʼ ἄρα νισσομένων πολὺς αἰθέρα δοῦπος ἵκανεν
αὐτῶν ἠδʼ ἵππων· περὶ δʼ ἔβρεμεν ἄσπετα τεύχη.
ὡς δʼ ὁπόταν μεγάλοιο βίη ἀνέμοιο θοροῦσα
κινήσῃ προθέλυμνον ἁλὸς βυθὸν ἀτρυγέτοιο,
κύματα δʼ ὦκα κελαινὰ πρὸς ἠιόνας βοόωντα
φῦκος ἀποπτύωσιν ἐρευγομένοιο κλύδωνος,
ἠχὴ δʼ ἀτρυγέτοισι παρʼ αἰγιαλοῖσιν ὄρωρεν·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
