# τὰ μεθ᾿ Ὅμηρον 6.335-376

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 6, lines 6.335-6.376. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/6.335

ὣς τῶν ἐσσυμένων μέγʼ ὑπέβραχε γαῖα πελώρη.
Ἀργεῖοι δʼ ἀπάνευθε πρὸ τείχεος ἐξεχέοντο
ἀμφʼ Ἀγαμέμνονα δῖον· ἀϋτὴ δʼ ἔπλετο λαῶν
ἀλλήλοις ἐπικεκλομένων, ὀλοοῦ πολέμοιο
ἀντιάαν καὶ μή τι καταπτώσσοντας ἐνιπὴν
μίμνειν πὰρ νήεσσιν· ἐπειγομένων μαχέσασθαι.
Τρωσὶ δʼ ἄρʼ ἐσσυμένοισι συνήντεον, εὖτε βόεσσι
πόρτιες ἐκ ξυλόχοιο ποτὶ σταθμὸν ἐρχομένῃσιν
ἐκ νομοῦ εἰαρινοῖο κατʼ οὔρεος, ὁππότʼ ἄρουραι
πυκνὸν τηλεθάουσι, βρύει δ̓ἅλις ἄνθεσι γαῖα,
πλήθει δʼ αὖτε κύπελλα βοῶν γλάγος ἠδὲ καὶ οἰῶν,
μυκηθμὸς δʼ ἄρα πουλὺς ὀρίνεται ἔνθα καὶ ἔνθα
μισγομένων, γάνυται δὲ μετὰ σφίσι, βουκόλος ἀνήρ·
ὣς τῶν ἀλλήλοισι μετεσσυμένων ὀρυμαγδὸς
ὠρώρει· δεινὸν γὰρ ἀΰτεον ἀμφοτέρωθεν.
οὺν δὲ μάχην ἐτάνυσσαν ἀπείριτον· ἐν δέ Κυδοιμὸς
στρωφᾶτʼ ἐν μέσσοισι μετʼ ἀργαλέοιο Φόνοιο·
σὺν δʼ ἔπεσον ῥινοί τε καἲ ἔγχεα καὶ τρυφάλειαι
πλησίον· ἀμφὶ δὲ χαλκὸς ἴσον πυρὶ μαρμαίρεσκε·
φρῖξε δʼ ἄρʼ ἐγχείῃσι μάχη· περὶ δʼ αἵματι πάντῃ
δεύετο γαῖα μέλαινα δαϊζομένων ἡρώων
ἵππων τʼ ὠκυπόδων, οἵ θʼ ἅρμασιν ἀμφεκέχυντο,
οἱ μὲν ἔτʼ ἀσπαίροντες ὑπʼ ἄξοσιν, οἱ δʼ ἐφύπερθεν
πίπτοντες· στυγερὴ δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτή·
ἐν γὰρ δὴ χάλκειος ἔρις πέσεν ἀμφοτέροισι·
καί ῥʼ οἱ μὲν λάεσσιν ἀταρτηροῖσι μάχοντο,
οἱ δʼ αὖτʼ αἰγανέῃσι νεήκεσιν ἠδὲ βέλεσσιν,
ἄλλοι δʼ ἀξίνῃσι καὶ ἀμφιτόμοις πελέκεσσι
καὶ κρατεροῖς ξιφέεσσι καὶ ἀγχεμάχοις δοράτεσσιν,
ἄλλος δʼ ἄλλο χέρεσσι μάχης ἀλκτήριον εἶχε.
πρῶτοι δʼ Ἀργεῖοι Τρώων ὤσαντο φάλαγγας
βαιὸν ἀπὸ σφείων· τοὶ δʼ ἔμπαλιν ὁρμήσαντες
αἵματι δεῦον Ἄρηα μετʼ Ἀργείοισι θορόντες·
Εὐρύπυλος δʼ ἐν τοῖσι μελαίνῃ λαίλαπι ἶσος
λαὸν ἐπῴχετο πάντα καὶ Ἀργείους ἐνάριζε
θαρσαλέως· μάλα γάρ οἱ ἀάσπετον ὤπασε κάρτος
Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἡρακλῆι.
ἔνθʼ ὅ γε καὶ Νιρῆα θεοῖς ἐναλίγκιον ἄνδρα
μαρνάμενον Τρώεσσι βάλευ περιμήκεϊ δουρὶ
βαιὸν ὑπὲρ πρότμησιν· ὁ δʼ ἐς πέδον ἤριπε γαίης·
ἐκ δέ οἱ αἷμʼ ἐχύθη, δεύοντο δέ οἱ κλυτὰ τεύχη,
δεύετο δʼ ἀγλαὸν εἶδος ἄμʼ εὐθαλέεσσι κόμῃσι·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
