# τὰ μεθ᾿ Ὅμηρον 6.377-416

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 6, lines 6.377-6.416. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/6.377

κεῖτο δʼ ἄρʼ ἐν κονίῃσι καὶ αἵματι σὺν κταμένοισιν,
ἔρνος ὅπως ἐριθηλὲς ἐλαίης εὐκεάτοιο,
ἥν τε βίη ποταμοῖο κατὰ ῥόον ἠχήεντα
σύν τʼ ὄχθῃς ἐλάσῃσι βόθρον διὰ πάντα κεδάσσας
ῥιζόθεν, ἡ δʼ ἄρα κεῖται ὑπʼ ἄνθεσι βεβριθυῖα·
ὣς τῆμος Νιρῆος ἐπὶ χθονὸς ἄσπετον οὖδας
ἐξεχύθη δέμας ἠῢ καὶ ἀγλαΐη ἐρατεινή·
τῷ δʼ ἄρʼ ἔπʼ Εὐρύπυλος μεγάλʼ εὔχετο δῃωθέντι·
κεῖσό νυν ἐν κονίῃσιν, ἐπεί νύ τοι εἶδος ἀγητὸν
οὔτι λιλαιομένῳ περ ἐπήρκεσεν, ἀλλά σʼ ἔγωγε
νοσφισάμην βιότοιο λιλαιόμενόν περ ἀλύξαι·
σχέτλιος, οὐδʼ ἐνόησας ἀμείνονος ἀντίον ἐλθών·
οὐ γὰρ κάρτεϊ κάλλος ἀνὰ κλόνον ἰσοφαρίζει.
ὣς εἰπὼν κταμένοιο περικλυτὰ τεύχἐ ἑλέσθαι
μήδετʼ ἐπεσσύμενος· τοῦ δʼ ἀντίος ἦλθε Μαχάων
χωόμενος Νιρῆος, ὅ οἱ σχεδὸν αἶσαν ἀνέτλη·
δουρὶ δέ μιν στονόεντι κατʼ εὐρέος ἤλασεν ὤμου
δεξιτεροῦ, σύτο δʼ αἷμα πολυσθενέος περ ἐόντος·
ἀλλʼ οὐδʼ ὣς ἀπόρουσεν ἀταρτηροῖο κυδοιμοῦ,
ἀλλʼ, ὥς τίς τε λέων ἢ ἄγριος οὔρεσι κάπρος
μαίνετʼ ἐνὶ μέσσοισιν, ὅπως κʼ ἐπιόντα δαμάσσῃ,
ὅς ῥά μιν οὔτασε πρῶτος ὑποφθάμενος διʼ ὁμίλου·
τὰ φρονέων ἐπόρουσε Μαχάονι, καί ῥά μιν ὦκα
οὔτασεν ἐγχείῃ περιμήκεΐ τε στιβαρῇ τε
δεξιτερὸν κατὰ γλουτόν· ὁ δʼ οὐκ ἀνεχάζετʼ ὀπίσσω,
οὐδʼ ἐπιόντʼ ἀλέεινε, καὶ αἵματος ἐσσυμένοιο·
ἀλλʼ ἄρα καρπαλίμως περιμήκεα λᾶαν ἀείρας
κάββαλε κὰκ κεφαλῆς μεγαθύμου Τηλεφίδαο·
τοῦ δὲ κόρυς στονόεντα φόνον καὶ πῆμʼ ἀπάλαλκεν
ἐσσυμένως· ὁ δʼ ἔπειτα κραταιῷ χώσατο φωτὶ
Εὐρύπυλος μᾶλλον, μέγα δʼ ἀσχαλόων ἐνὶ θυμῷ
ὠκὺ διὰ στέρνοιο Μαχάονος ἤλασεν ἔγχος.
αἰχμὴ δʼ αἱματόεσσα μετάφρενον ἄχρις ἵκανεν·
ἤριπε δʼ ὡς ὅτε ταῦρος ὑπὸ γναθμοῖσι λέοντος·
ἀμφὶ δέ οἱ μελέεσσι μέγʼ ἔβραχεν αἰόλα τεύχη.
Εὐρύπυλος δέ οἱ αἶψα πολύστονον εἰρύσατʼ αἰχμὴν
ἐκ χροὸς οὐταμένοιο, καὶ εὐχόμενος μέγʼ ἀΰτει·
ἆ δείλʼ, οὔ νύ τοι ἦτορ ἀρηράμενον φρεσὶ πάμπαν
ἔπλετʼ, ὃς οὐτιδανός περ ἐὼν μέγʼ ἀμείνονι φωτὶ
ἄντα κίες· τῷ καί σε κακὴ λάχε δαίμονος Αἶσα.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
