# τὰ μεθ᾿ Ὅμηρον 6.417-454

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 6, lines 6.417-6.454. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/6.417

ἀλλὰ σοὶ ἔσσετʼ ὄνειαρ, ὅτʼ οἰωνοὶ δατέονται
σάρκα τεὴν κταμένοιο κατὰ μόθον· ἢ ἔτʼ ἐέλπῃ
νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν;
ἐσσὶ μὲν ἰητήρ, μάλα δʼ ἤπια φάρμακα οἶδας,
τοῖς πίσυνος τάχʼ ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ.
ἀλλʼ οὐ μὰν οὐδʼ αὐτὸς ἀπʼ ἠνεμόεντος Ὀλύμπου
σεῖο πατὴρ τεὸν ἦτορ ἔτʼ ἐκ θανάτοιο σαώσει,
οὐδʼ εἴ τοι νέκταρ τε καὶ ἀμβροσίην καταχεύῃ.
ὣς φάτο· τὸν δʼ ὅ γε βαιὸν ἀναπνείων προσέειπεν·
Εὐρύπυλʼ, οὐδʼ ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι
ζώειν, ἀλλὰ σοὶ ἄγχι παρίσταται οὐλομένη Κὴρ
Τρώιον ἂμ πεδίον, τῷ καὶ νῦν αἴσυλα βάζεις.
ὣς φάμενον λίπε θυμός· ἔβη δʼ ἄφαρ Ἄϊδος εἴσω·
τὸν δὲ καὶ οὐκέτʼ ἐόντα προσηύδα κύδιμος ἀνήρ·
νῦν μὲν δὴ σύγε κεῖσο κατὰ χθονός· αὐτὰρ ἔγωγε
ὕστερον οὐκ ἀλέγω, εἰ καὶ πραὰ ποσσὶν ὄλεθρος
σήμερον ἡμετέροισι πέλει λυγρός· οὔτι γὰρ ἄνδρες
ζώομεν ἤματα πάντα· πότμος δʼ ἐπὶ πᾶσι τέτυκται.
ὣς εἰπὼν οὔταζε νέκυν· μέγα δʼ ἴαχε Τεῦκρος,
ὡς ἴδεν ἐν κονίῃσι Μαχάονα· τοῦ γὰρ ἄπωθεν
εἰστήκει μάλα πάγχυ πονεύμενος· ἐν γὰρ ἔκειτο
δῆρις ἐνὶ μέσσοισιν· ἐπʼ ἄλλῳ δʼ ἄλλος ὀρώρει.
ἀλλʼ οὐδʼ ὣς ἀμέλησε δεδουπότος ἀνδρὸς ἀγαυοῦ
Νιρῆός δʼ, ὃς κεῖτο παραυτόθι· τὸν δʼ ἐνόησεν
ὕστερον ἀντιθέοιο Μαχάονος ἐν κονίῃσιν·
αἶψα δʼ ὅ γʼ Ἀργείοισιν ἐκέκλετο μακρὰ βοήσας·
ἔσσυσθʼ, Ἀργεῖοι, μηδʼ εἴκετε δυσμενέεσσιν
ἐσσυμένοις· νῶιν γὰρ ἀάσπετον ἔσσετʼ ὄνειδος,
αἴ κε Μαχάονα δῖον ἅμʼ ἀντιθέῳ Νιρῆι
Τρῶες ἐρυσσάμενοι ποτὶ Ἴλιον ἀπονέωνται.
ἀλλʼ ἄγε δυσμενέεσσι μαχώμεθα πρόφρονι θυμῷ,
ὄφρα δαϊκταμένους εἰρύσσομεν ἠὲ καὶ αὐτοὶ
κείνοις ἀμφιθάνωμεν, ἐπεὶ θέμις ἀνδράσιν αὕτη
οἶσιν ἀμυνέμεναι, μηδʼ ἄλλοις κύρμα λιπέσθαι·
οὐ γὰρ ἀνιδρωτί γε μετʼ ἀνδράσι κῦδος ἀέξει.
ὣς ἄρʼ ἔφη· Δαναοῖσι δʼ ἄχος γένετʼ· ἀμφὶ δʼ ἄρʼ αὐτοῖς
πολλοὶ γαῖαν ἔρευθον ὑπʼ Ἄρεϊ δῃωθέντες
μαρναμένων ἑκάτερθεν· ἴση δʼ ἐπὶ δῆρις ὀρώρει.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
