# τὰ μεθ᾿ Ὅμηρον 6.455-497

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 6, lines 6.455-6.497. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/6.455

ὀψὲ δʼ ἀδελφειοῖο φόνον στονόεντα νόησε
βλημένου ἐν κονίῃ Ποδαλείριος, οὕνεκα νηυσὶν
ἧστο παρʼ ὠκυπόροισι τετυμμένα δούρασι φωτῶν
ἕλκἐ ἀκειόμενος. περὶ δʼ ἔντεα δύσατο πάντα
θυμὸν ἀδελφειοῖο χολούμενος· ἐν δέ οἱ ἀλκὴ
σμερδαλέον στέρνοισιν ἀέξετο μαιμώωντι
ἐς πόλεμον στονόεντα· μέλαν δέ οἱ ἔζεεν αἷμα
λάβρον ὑπὸ κραδίῃ· τάχα δʼ ἔνθορε δυσμενέεσσι
χερσὶ θοῇσιν ἄκοντα τανυγλώχινα τινάσσων·
εἶλε δʼ ἄρʼ ἐσσυμένως Ἀγαμήστορος υἱέα δῖον
κλεῖον, ὃν ἠΰκομος Νύμφη τέκεν ἀμφὶ ῥεέθροις
Παρθενίου, ὅς τʼ εἶσι διὰ χθονὸς ἠΰτʼ ἔλαιον
πόντον ἐπʼ Εὔξεινον προχέων καλλίρροον ὕδωρ.
ἄλλον δʼ ἀμφὶ κασιγνήτῳ κτάνε δήιον ἄνδρα
Λᾶσσον, ὃν ἀντίθεος Προνόη τέκεν ἀμφὶ ῥεέθροις
Νυμφαίου ποταμοῖο μάλα σχεδὸν εὐρέος ἄντρου,
ἄντρου θηητοῖο, τὸ δὴ φάτις ἔμμεναι αὐτῶν
ἱρὸν Νυμφάων, ὁπόσαι περὶ μακρὰ νέμονται
οὔρεα Παφλαγόνων καὶ ὅσαι περὶ βοτρυόεσσαν
ναίουσʼ Ἡράκλειαν· ἔοικε δὲ κεῖνο θεοῖσιν
ἄντρον, ἐπεί ῥα τέτυκται ἀπειρέσιον μὲν ἰδέσθαι
λαΐνεον, ψυχρὸν δὲ διὰ σπέος ἔρχεται ὕδωρ
κρυστάλλῳ ἀτάλαντον, ἐνὶ μυχάτοισι δὲ πάντῃ
λαΐνεοι κρητῆρες ἐπὶ στυφελῇσι πέτρῃσιν
αἰζηῶν ὡς χερσὶ τετυγμένοι ἰνδάλλονται·
ἀμφʼ αὐτοῖσι δὲ Πᾶνες ὁμῶς Νύμφαι τʼ ἐρατειναί,
ἱστοί τʼ ἠλακάται τε, καὶ ἄλλʼ ὅσα τεχνήεντα
ἔργα πέλει θνητοῖσι, τὰ καὶ περὶ θαῦμα βροτοῖσιν
εἴδεται ἐρχομένοισιν ἔσω ἱεροῖο μυχοῖο·
τῷ ἔνι δοιαὶ ἔνεισι καταιβασίαι τʼ ἄνοδοί τε,
ἡ μὲν πρὸς βορέαο τετραμμένη ἠχήεντος
πνοιάς, ἡ δὲ νότοιο καταντίον ὑγρὸν ἀέντος,
τῇ θνητοὶ νίσσονται ὑπὸ σπέος εὐρὺ θεάων·
ἡ δ ἑτέρη μακάρων πέλεται ὁδός, οὐδέ μιν ἄνδρες
ῥηιδίως πατέουσιν, ἐπεὶ χάος εὐρὺ τέτυκται
μέχρις ἐπʼ Ἀΐδονῆος ὑπερθύμοιο βέρεθρον·
ἀλλὰ τὰ μὲν μακάρεσσι πέλει θέμις εἰσοράασθαι.
τῶνδʼ αὖτʼ ἀμφὶ Μαχάονʼ ἰδʼ Ἀγλαΐης κλυτὸν υἷα
μαρναμένων ἑκάτερθεν ἀπέφθιτο πουλὺς ὅμιλος·
ὀψὲ δὲ δὴ Δαναοί σφεας εἴρυσαν ἀθλήσαντες
πολλά περ· αἶψα δὲ νῆας ἐπὶ σφετέρας ἐκόμισσαν
παῦροι, ἐπεὶ πλεόνεσσι κακὴ περιπέπτατʼ ὀϊζὺς
ἀργαλέου πολέμοιο· πόνῳ δʼ ἐνέμιμνον ἀνάγκῃ.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
