# τὰ μεθ᾿ Ὅμηρον 6.579-618

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 6, lines 6.579-6.618. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/6.579

καὶ τότε δὴ θεράπων ἐρικυδέος Εὐρυπύλοιο
τύψε Θόαντος ἑταῖρον Ἐχέμμονα δηϊοτῆτι
ὤμου τυτθὸν ἔνερθε· περὶ κραδίην δέ οἱ ἔγχος
ἷξεν ἀνιηρόν· σὺν δʼ αἵματι κήκιεν ἱδρὼς
ψυχρὸς ἀπὸ μελέων· καί μιν στρεφθέντα φέρεσθαι
εἰσοπίσω κατέμαρψε μέγα σθένος Εὐρυπύλοιο·
κόψε δέ οἱ θοὰ νεῦρα· πόδες δʼ ἀέκοντες ἔμιμνον
αὐτοῦ, ὅπῃ μιν τύψε· λίπεν δέ μιν ἄμβροτος αἰών.
ἐσσυμένως δὲ Θόας νύξεν Πάριν ὀξέϊ δουρὶ
δεξιτερὸν κατὰ μηρόν· ὁ δʼ ᾤχετο τυτθὸν ὀπίσσω
οἰσόμενος θοὰ τόξα, τά οἱ μετόπισθε λέλειπτο.
Ἰδομενεὺς δʼ ἄρα λᾶαν, ὅσον σθένε, χερσὶν ἀείρας
κάββαλεν Εὐρυπύλοιο βραχίονα· τοῦ δὲ χαμᾶζε
κάππεσε λοίγιον ἔγχος· ἄφαρ δʼ ἀνεχάσσατʼ ὀπίσσω
οἰσέμεν ἐγχείην· τὴν γάρ τʼ ἔχεν ἔκβαλε χειρός.
Ἀτρεῖδαι δ̓ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο.
τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεγκαν
ἀαγὲς δόρυ μακρόν, ὃ πολλῶν γούνατʼ ἔλυσε·
δεξάμενος δʼ ὅ γε λαὸν ἐπῴχετο κάρτεϊ θύων,
κτείνων ὅν κε κίχῃσι, πολὺν δʼ ὑπεδάμναθʼ ὅμιλον.
Ἔνθʼ οὔτʼ Ἀτρεῖδαι μένον ἔμπεδον οὔτε τις ἄλλος
ἀγχεμάχων Δαναῶν· μάλα γὰρ δέος ἔλλαβε πάντας
ἀργαλέον· πᾶσιν γὰρ ἐπέσσυτο πῆμα κορύσσων
Εὐρύπυλος· μετόπισθε δʼ ἐπισπόμενος κεράϊζε.
κέκλετο δʼ αὖ Τρώεσσιν ἰδʼ ἱπποδάμοις ἑτάροισιν·
ὦ φίλοι, εἰ δʼ ἄγε θυμὸν ἐνὶ στέρνοισι λαβόντες
τεύξωμεν Δαναοῖσι φόνον καὶ κῆρʼ ἀΐδηλον,
οἳ δὴ νῦν μήλοισιν ἐοικότες ἀπονέονται
νῆας ἐπὶ σφετέρας· ἀλλὰ μνησώμεθα πάντες
ὑσμίνης ὀλοῆς, ἧς παιδόθεν ἴδμονές εἰμεν.
ὣς φάτο· τοὶ δʼ ἐπόρουσαν ἀολλέες Ἀργείοισιν·
οἱ δὲ μέγα τρομέοντες ἀπʼ ἀργαλέοιο κυδοιμοῦ
φεῦγον· τοὶ δʼ ἐφέποντο κύνες ὣς ἀργιόδοντες
κεμμάσιν ἀγροτέρῃσιν ἀνʼ ἄγκεα μακρὰ καὶ ὕλην.
πολλοὺς δʼ ἐν κονίῃσι βάλον μάλα περ μεμαῶτας
ἐκφυγέειν ὀλοοῖο φόνου στονόεσσαν ὁμοκλήν.
Εὐρύπυλος μὲν ἔπεφνεν ἀμύμονα Βουκολίωνα
νῆσόν τε Χρόμιόν τε καὶ Ἄντιφον· οἱ δὲ Μυκήνην
ᾤκεον εὐκτέανον, τοὶ δʼ ἐν Λακεδαίμονι ναῖον·
τοὺς ἄρʼ ὅ γʼ ἐξενάριξεν ἀριγνώτους περ ἐόντας.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
