Ancient Greek
Book 6, lines 6.619-6.651
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 6.619-651
Not analysed yet
ἐκ δʼ ἄρα πληθύος εἷλεν ἀάσπετα φῦλʼ ἀνθρώπων
ὅσσα μοι οὐ σθένος ἐστὶ λιλαιομένῳ περ ἀεῖσαι,
οὐδʼ εἴ μοι στέρνοισι σιδήρεον ἦτορ ἐνείη.
Αἰνείας δὲ Φέρητα καὶ Ἀντίμαχον κατέπεφνεν
ἀμφοτέρους Κρήτηθεν ἅμʼ Ἰδομενῆι κιόντας.
αὐτὰρ Ἀγήνωρ δῖος ἀμύμονα Μῶλον ἔπεφνεν,
ὅς περ ἀπʼ Ἄργεος ἦλθεν ὑπὸ Σθενέλῳ βασιλῆι·
τὸν βάλεν αἰγανέῃ νεοθηγέϊ πολλὸν ὀπίσσω
φεύγοντʼ ἐκ πολέμοιο τυχὼν ὑπὸ νείατα κνήμης
δεξιτερῆς· αἰχμὴ δέ διὰ πλατὺ νεῦρον ἔκερσεν
ἄντικρυς ἱεμένη· παρὰ δʼ ἔθρισεν ὀστέα φωτὸς
ἀργαλέως· ὀδύνῃ δὲ μίγη μόρος, ἔφθιτο δʼ ἀνήρ.
ἔνθα Πάρις Μόσυνόν τʼ ἔβαλεν καὶ ἀγήνορα Φόρκυν
ἄμφω ἀδελφειούς, οἵ τʼ ἐκ Σαλαμῖνος ἵκοντο
Αἴαντος νήεσσι, καὶ οὐκέτι νόστον ἴδοντο.
τοῖσι δʼ ἔπι Κλεόλαον εῢν θεράποντα Μέγητος
εἷλε βαλὼν κατὰ μαζὸν ἀριστερόν· ἀμφὶ δέ μιν νὺξ
μάρψε κακή, καὶ θυμὸς ἀπέπτατο· τοῦ δὲ δαμέντος
ἔνδον ὑπὸ στέρνοισιν ἔτι κραδίη ἀλεγεινὴ
ταρφέα παλλομένη πτερόεν πελέμιξε βέλεμνον.
ἄλλον δʼ ἰὸν ἀφῆκεν ἐπὶ θρασὺν Ἠετίωνα
ἐσσυμένως· τοῦ δʼ αἶψα διὰ γναθμοῖο πέρησε
χαλκός· ὁ δʼ ἐστονάχησε· μίγη δέ οἱ αἵματι δάκρυ.
ἄλλος δʼ ἄλλον ἔπεφνε· πολὺς δʼ ἐστείνετο χῶρος
Ἀργείων ἰληδὸν ἐπʼ ἀλλήλοισι πεσόντων.
καί νύ κε δὴ τότε Τρῶες ἐνέπρησαν πυρὶ νῆας,
εἰ μὴ νὺξ ἐπόρουσε βαθύσκιον ἠέρʼ ἄγουσα.
χάσσατο δʼ Εὐρύπυλος, σὺν δʼ ἄλλοι Τρώιοι υἷες
νηῶν βαιὸν ἄπωθε ποτὶ προχοὰς Σιμόεντος
ᾗχί περ αὖλιν ἔθεντο γεγηθοτες. οἱ δʼ ἐνὶ νηυσὶν
Ἀργεῖοι γοάασκον ἐπὶ ψαμάθοισι πεσόντες
πολλὰ μάλʼ ἀχνύμενοι κταμένων ὕπερ, οὕνεκʼ ἄρʼ αὐτῶν
πολλοὺς ἐν κονίῃσι μέλας ἐκιχήσατο πότμος.