Ancient Greek
Book 6, lines 6.84-6.124
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 6.84-124
Not analysed yet
ὣς φάμενον προσέειπε πύκα φρονέων Μενέλαος·
ὦ Ὀδυσεῦ, μέγʼ ὄνειαρ ἐϋσθενέων Ἀργείων,
ἤνπερ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς
σῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸς
ἔλθοι ἀπὸ Σκύροιο πόροι δέ τις οὐρανιώνων
νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἱκῶμαι,
δώσω οἱ παράκοιτιν ἐμὴν ἐρικυδέα κούρην
Ἑρμιόνην, καὶ πολλὰ καὶ ὄλβια δῶρα σὺν αὐτῇ
προφρονέως· οὐ γάρ μιν ὀΐομαι οὔτε γυναῖκα
οὔτʼ ἄρα πενθερὸν ἐσθλὸν ὑπερφιάλως ὀνόσασθαι.
ὣς ἄρʼ ἔφη· Δαναοὶ δὲ συνευφήμησαν ἔπεσσι.
καὶ τότε λῦτʼ ἀγορή· τοὶ δʼ ἐσκίδναντʼ ἐπὶ νῆας
ἱέμενοι δείπνοιο, τὸ δὴ πέλει ἀνδράσιν ἀλκή·
καί ῥʼ ὅτε δὴ παύσαντο κορεσσάμενοι μέγʼ ἐδωδῆς,
δὴ τόθʼ ὁμῶς Ὀδυσῆι περίφρονι Τυδέος υἱὸς
νῆα θοὴν εἴρυσσεν ἀπειρεσίης ἁλὸς εἴσω·
καρπαλίμως δʼ ἤια καὶ ἄρμενα πάντα βάλοντο·
ἐν δὲ καὶ αὐτοὶ ἔβαν· μετὰ δέ σφισιν εἴκοσι φῶτες
ἴδμονες εἰρεσίης, ὁπότʼ ἀντίαι ὦσιν ἄελλαι,
ἠδʼ ὁπότʼ εὐρέα πόντον ὑποστορέῃσι γαλήνη.
καί ῥʼ ὅτε δὴ κληῖσιν ἐπʼ εὐτύκτοισι κάθισσαν,
τύπτον ἁλὸς μέγα κῦμα· πολὺς δʼ ἀμφέζεεν ἀφρός·
ὑγραὶ δʼ ἀμφʼ ἐλάτῃσι διεπρήσσοντο κέλευθοι
νηὸς ἐπεσσυμένης· τοὶ δʼ ἱδρώοντες ἔρεσσον·
ὡς δʼ ὅθʼ ὑπὸ ζεύγλῃσι βόες μέγα κεκμηῶτες
δουρατέην ἐρύσωσι πρόσω μεμαῶτες ἀπήνην
ἄχθεϊ τετριγυῖαν ὑπʼ ἄξονι δινήεντι
τειρόμενοι, πουλὺς δὲ κατʼ αὐχένος ἠδὲ καὶ ὤμων
ἱδρὼς ἀμφοτέροισι κατέσσυται ἄχρις ἐπʼ οὖδας·
ὣς τῆμος μογέεσκον ὑπὸ στιβαρῇς ἐλάτῃσιν
αἰζηοί· μάλα δʼ ὦκα διήνυον εὐρέα πόντον.
τοὺς δʼ ἄλλοι μὲν Ἀχαιοὶ ἀποσκοπίαζον ἰόντας·
θῆγον δʼ αἰνὰ βέλεμνα καὶ ἔγχεα, τοῖσι μάχοντο.
Τρῶες δʼ ἄστεος ἐντὸς ἀταρβέες ἐντύνοντο
ἐς πόλεμον μεμαῶτες ἰδʼ εὐχόμενοι μακάρεσσι
λωφῆσαί τε φόνοιο καὶ ἀμπνεῦσαι καμάτοιο.
τοῖσι δʼ ἐελδομένοισι θεοὶ μέγα πήματος ἄλκαρ
ἤγαγον Εὐρύπυλον κρατεροῦ γένος Ἡρακλῆος·
καί οἱ λαοὶ ἕποντο δαήμονες ἰωχμοῖο
πολλοί, ὅσοι δολιχοῖο παρὰ προχοῇσι Καΐκου
ναίεσκον κρατερῇσι πεποιθότες ἐγχείῃσιν.
ἀμφὶ δέ οἱ κεχάροντο μέγα φρεσὶ Τρώιοι υἷες·