Ancient Greek
Book 7, lines 7.121-7.168
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 7.121-168
Not analysed yet
ὥς ἄρα κύδιμοι υἷες ἑϋπτολέμων Ἀργείων
πολλοὶ ὑπʼ Εὐρυπύλοιο κατήριπον ἐν κονίῃσι,
τοὺς κίχεν αἱματόεντα κατὰ μόθον· οἱ δʼ ὑπάλυξαν,
ὅσσους ἐξεσάωσε ποδῶν μένος· ἀλλʼ ἄρα καὶ ὥς
Πηνέλεων ἐρύσαντο δυσηχέος ἐξ ὁμάδοιο
νῆας ἐπὶ σφετέρας, καίπερ ποσὶ καρπαλίμοισι
κῆρας ἀλευόμενοι στυγερὰς καὶ ἀνηλέα πότμον.
πανσυδίῃ ἔντοσθε νεῶν φύγον· οὐδέ τι θυμῷ
ἔσθενον Εὐρυπύλοιο καταντία δηριάασθαι,
οὕνεκʼ ἄρα σφίσι φύζαν ὀϊζυρὴν ἐφέηκεν
Ἡρακλέης υἱωνὸν ἀτειρέα πάμπαν ἀέξων.
οἱ δʼ ἄρα τείχεος ἐντὸς ὑποπτώσσοντες ἔμιμνον,
αἶγες ὅπως ὑπὸ πρῶνα φοβεύμεναι αὶνὸν ἀήτην,
ὅς τε φέρει νιφετόν τε πολὺν κρυερήν τε χάλαζαν
ψυχρὸς ἐπαΐσσων, ταὶ δʼ ἐς νομὸν ἐσσύμεναί περ
ῥιπῆς οὔτι κατιθὺς ὑπερκύπτουσι κολώνης,
ἀλλʼ ἄρα χεῖμα μένουσιν ὑπὸ σκέπας ἠδὲ φάραγγας
ἀγρόμεναι, θάμνοισι δʼ ὑπὸ σκιεροῖσι νέμονται
ἰλαδόν, ὄφρʼ ἀνέμοιο κακαὶ λήξωσιν ἄελλαι·
ὣς Δαναοὶ πύργοισιν ὑπὸ σφετέροισιν ἔμιμνον
Τηλέφου ὄβριμον υἷα μετεσσύμενον τρομέοντες.
αὐτὰρ ὁ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν,
εἰ μὴ Τριτογένεια θράσος βάλεν Ἀργείοισιν
ὀψέ περ· οἱ δʼ ἄλληκτον ἀφʼ ἕρκεος αἰπεινοῖο
δυσμενέας βάλλοντες ἀνιηροῖς βελέεσσι
κτεῖνον ἐπασσυτέρους· δεύοντο δὲ τείχεα λύθρῳ
λευγαλέῳ· στοναχὴ δὲ δαϊκταμένων πέλε φωτῶν.
αὕτως δʼ αὖ νύκτας τε καὶ ἤματα δηριόωντο
Κήτειοι Τρῶές τε καὶ Ἀργεῖοι μενεχάρμαι,
ἄλλοτε μὲν προπάροιθε νεῶν, ὁτὲ δʼ ἀμφὶ μακεδνὸν
τεῖχος, ἐπεὶ πέλε μῶλος ἀάσχετος· ἀλλʼ ἄρα καὶ ὥς
ἤματα δοιὰ φόνοιο καὶ ἀργαλέης ὑσμίνης
παύσανθʼ, οὕνεχʼ ἵκανεν ἐς Εὐρύπυλον βασιλῆα
ἀγγελίη Δαναῶν, ὥς κεν πολέμοιο μεθέντες
πυρκαϊῇ δώωσι δαϊκταμένους ἐνὶ χάρμῃ·
αὐτὰρ ὅ γʼ αἶψʼ ἐπίθησε, καὶ ἀργαλέοιο κυδοιμοῦ
παυσάμενοι ἑκάτερθε νεκροὺς περιταρχύσαντο
ἐν κονίῃς ἐριπόντας· Ἀχαιοὶ δʼ ἔξοχα πάντων
Πηνέλεων μύροντο· βάλον δʼ ἐπὶ σῆμα θανόντι
εὐρὺ μάλʼ ὑψηλόν τε καὶ ἐσσομένοις ἀρίδηλον·
πληθὺν δʼ αὖτʼ ἀπάνευθε δαϊκταμένων ἡρώων
θάψαν ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμὸν
πυρκαϊὴν ἅμα πᾶσι μίαν περινηήσαντες
καὶ τάφον. ὣς δὲ καὶ αὐτοὶ ἀπόπροθι Τρώιοι υἷες
τάρχυσαν κταμένους. ὀλοὴ δʼ Ἔρις οὐκ ἀπέληγεν,
ἀλλʼ ἔτʼ ἐποτρύνεσκε θρασὺ σθένος Εὐρυπύλοιο
ἀντιάαν δηίοισιν· ὁ δʼ οὔπω χάζετο νηῶν,
ἀλλʼ ἔμενεν Δαναοῖσι κακὴν ἐπὶ δῆριν ἀέξων.