# τὰ μεθ᾿ Ὅμηρον 7.169-207

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 7, lines 7.169-7.207. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/7.169

τοὶ δʼ ἐς Σκῦρον ἵκοντο μελαίνῃ νηὶ θέοντες·
εὗρον δʼ υἷʼ Ἀχιλῆος ἑοῦ προπάροιθε δόμοιο,
ἄλλοτε μὲν βελέεσσι καὶ ἐγχείῃσιν ἱέντα,
ἄλλοτε δʼ αὖθʼ ἵπποισι πονεύμενον ὠκυπόδεσσι·
γήθησαν δʼ ἐσιδόντες ἀταρτηροῦ πολέμοιο
ἔργα μετοιχόμενον, καίπερ μέγα τειρόμενον κῆρ
ἀμφὶ πατρὸς κταμένοιο· τὸ γὰρ τὸ πάροιθε πέπυστο.
αἶψα δέ κίον ἄντα τεθηπότες, οὕνεχʼ ὁρῶντο
θαρσαλέῳ Ἀχιλῆι δέμας περικαλλὲς ὁμοῖον·
τοὺς δʼ ἄρʼ ὑποφθάμενος τοῖον ποτὶ μῦθον ἔειπεν·
ὦ ξεῖνοι, μέγα χαίρετʼ ἐμὸν ποτὶ δῶμα κιόντες·
εἴπατε δʼ ὁππόθεν ἐστὲ καὶ οἵτινες, ἠδʼ ὅ τι χρειὼ
ἤλθετʼ ἔχοντες ἐμεῖο διʼ οἴδματος ἀτρυγέτοιο.
ὣς ἔφατʼ εἰρόμενος· ὁ δʼ ἀμείβετο δῖος Ὀδυσσεύς·
ἡμεῖς τοι φίλοι εἰμὲν ἐϋπτολέμου Ἀχιλῆος,
τῷ νύ σέ φασι τεκέσθαι εΰφρονα Δηιδάμειαν·
καὶ δʼ αὐτοὶ τεὸν εἶδος ἐΐσκομεν ἀνέρι κείνῳ
πάμπαν· ὁ δ ἀθανάτοισι πολυσθενέεσσιν ἐῴκει.
εἰμὶ δʼ ἐγὼν Ἰθάκηθεν, ὁ δʼ Ἄργεος ἱπποβότοιο,
εἴ ποτε Τυδείδαο δαΐφρονος οὔνομʼ ἄκουσας,
ἢ καὶ Ὀδυσσῆος πυκιμήδεος, ὅς νύ τοι ἄγχι
αὐτὸς ἐγὼν ἕστηκα θεοπροπίης ἕνεκʼ ἐλθών·
ἀλλʼ ἐλέαιρε τάχιστα καὶ Ἀργείοις ἐπάμυνον
ἐλθὼν ἐς Τροίην· ὣς γὰρ τέλος ἔσσετʼ Ἄρηι.
καί τοι δῶρʼ ὀπάσουσιν ἀάσπετα δῖοι Ἀχαιοί·
τεύχεα δʼ αὐτὸς ἔγωγε τεοῦ πατρὸς ἀντιθέοιο
δώσω, ἅπερ φορέων μέγα τέρψεαι· οὐ γὰρ ἔοικε
θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις
ἶσα πέλει· πουλὺς δὲ περί σφισι πάμπαν ἄρηρε
χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι κοὶ αὐτὸς
Ηφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη
τεύχων ἄμβροτα κεῖνα, τά σοι μέγα θαῦμα ἰδόντι
ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳ τʼ ἐνὶ κύκλῳ
ζῷα πέριξ ἤσκηνται ἐοικότα κινυμένοισι,
θαῦμα καὶ ἀθανάτοισι· βροτῶν δʼ οὐπώποτε τοῖα
οὔτε τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτʼ ἐφόρησεν,
εἰ μὴ σός γε πατήρ, τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ
πάντες, ἐγὼ δὲ μάλιστα φάλα φρονέων ἀγάπαζον·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
