# τὰ μεθ᾿ Ὅμηρον 7.208-252

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 7, lines 7.208-7.252. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/7.208

καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα
πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας·
τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε
δῖα Θέτις· τὰ δʼ ἄρʼ αὖθις ἐελδόμενός περ ἔγωγε
δώσω προφρονέως, ὁπότʼ Ἴλιον εἰσαφίκηαι.
καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα
πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν,
αὐτίκα γαμβρὸν ἑὸν ποιήσεται, ἢν ἐθέλῃσθα,
ἀμφʼ εὐεργεσίης· δώσει δέ τοι ἄσπετʼ ἄγεσθαι
κτήματά τε χρυσόν τε μετʼ ἠϋκόμοιο θυγατρός,
ὅσσʼ ἐπέοικεν ἕπεσθαι ἐϋκτεάνῳ βασιλῆι.
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί,
αὔριον αἶψα νεώμεθʼ ἐπʼ εὐρέα βένθεα πόντου,
ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι·
νῦν δʼ ἴομεν ποτὶ δώματʼ ἐΰξεινόν τε τράπεζαν,
οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι·
ἀμφὶ δʼ ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει.
ὣς εἰπὼν ἡγεῖθ· οἱ δʼ ἑσπόμενοι μέγα χαῖρον·
καί ῥʼ ὅτε δὴ μέγα δῶμα κίον καὶ κάλλιμον αὐλήν,
εὗρον Δηιδάμειαν ἀκηχεμένην ἐνὶ θυμῷ
τηκομένην δʼ , ὡσεί τε χιὼν κατατήκετʼ ὄρεσσιν
Εὔρου ὑπὸ λιγέος καὶ ἀτειρέος ἠελίοιο·
ὣς ἥ γε φθινύθεσκε δεδουπότος ἀνδρὸς ἀγαυοῦ·
καί μιν ἔτʼ ἀχνυμένην περ ἀγακλειτοὶ βασιλῆες
ἠσπάζοντʼ ἐπέεσσι· πάϊς δέ οἱ ἐγγύθεν ἐλθὼν
μυθεῖτʼ ἀτρεκέως γενεὴν καὶ οὔνομʼ ἑκάστου·
χρειὼ δʼ, ἥντινʼ ἵκανον, ἐπέκρυφε μέχρις ἐς ἠῶ,
ὄφρα μὴ ἀχνυμένην μιν ἕλῃ πολύδακρυς ἀνίη,
καί μιν ἀπεσσύμενον μάλα λισσομένη κατερύκῃ.
αἶψα δὲ δαῖτʼ ἐπάσαντο καὶ ὕπνῳ θυμὸν ἴηναν
πάντες, ὅσοι Σκύροιο πέδον περιναιετάασκον
εἰναλίης, τὴν μακρὰ περιβρομέουσι θαλάσσης
κύματα ῥηγνυμένοιο πρὸς ᾐόνας Αἰγαίοιο·
ἀλλʼ οὐ Δηιδάμειαν ἐπήρατος ὕπνος ἔμαρπτεν
οὔνομα κερδαλέου μιμνησκομένην Ὀδυσῆος
ἠδὲ καὶ ἀντιθέου Διομήδεος, οἵ ῥά μιν ἄμφω
εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος
παρφάμενοι κείνοιο θρασὺν νόον, ὄφρʼ ἀφίκηται
δήϊον εἰς ἐνοπήν· τῷ δʼ ἄτροπος ἤντετο Μοῖρα,
ἥ οἱ ὑπέκλασε νόστον, ἀπειρέσιον δʼ ἄρα πένθος
πατρὶ πόρεν Πηλῆι καὶ αὐτῇ Δηιδαμείῃ.
τοὔνεκά μιν κατὰ θυμὸν ἀάσπετον ἄμφεχε δεῖμα
παιδὸς ἐπεσσυμένοιο ποτὶ πτολέμοιο κυδοιμόν,
μή οἱ λευγαλέῳ ἐπὶ πένθεϊ πένθος ἵκηται.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
