# τὰ μεθ᾿ Ὅμηρον 7.253-291

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 7, lines 7.253-7.291. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/7.253

Ἠὼς δʼ εἰσανέβη μέγαν οὐρανόν· οἱ δʼ ἀπὸ λέκτρων
καρπαλίμως ὤρνυντο· νόησε δὲ Δηιδάμεια·
αἶψα δέ οἱ στέρνοισι περὶ πλατέεσσι χυθεῖσα
ἀργαλέως γοάασκεν ἐς αἰθέρα μακρὰ βοῶσα·
ἠΰτε βοῦς ἐν ὄρεσσιν ἀπειρέσιον μεμακυῖα
πόρτιν ἑὴν δίζηται ἐν ἄγκεσιν, ἀμφὶ δὲ μακραὶ
οὔρεος αἰπεινοῖο περιβρομέουσι κολῶναι·
ὣς ἄρα μυρομένης ἀμφίαχεν αἰπὺ μέλαθρον
πάντοθεν ἐκ μυχάτων, μέγα δʼ ἀσχαλόωσʼ ἀγόρευε·
τέκνον, ποῖ δὴ νῦν σοὶ ἐῢς νόος ἐκπεπότηται
Ἴλιον ἐς πολύδακρυ μετὰ ξείνοισιν ἕπεσθαι,
ᾗχι πολεῖς ὀλέκονται ὑπʼ ἀργαλέης ὑσμίνης,
καίπερ ἐπιστάμενοι πόλεμον καὶ ἀεικέα χάρμην;
νῦν δὲ σὺ μὲν νέος ἐσσὶ καὶ οὔπω δήϊα ἔργα
οἶδας, ἅ τʼ ἀνθρώποισιν ἀλάλκουσιν κακὸν ἦμαρ·
ἀλλὰ σὺ μέν μευ ἄκουσον, ἑοῖς δʼ ἐνὶ μίμνε δόμοισι,
μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθʼ ἵκηται
σεῖο καταφθιμένοιο κατὰ μόθον· οὐ γὰρ ὀΐω
ἐλθέμεναί σʼ ἔτι δεῦρο μετάτροπον ἐξ ὁμάδοιο·
οὐδὲ γὰρ οὐδὲ πατὴρ τεὸς ἔκφυγε κῆρʼ ἀΐδηλον,
ἀλλʼ ἐδάμη κατὰ δῆριν, ὅ περ καὶ σεῖο καὶ ἄλλων
ἡρώων προφέρεσκε, θεὰ δέ οἱ ἔπλετο μήτηρ,
τῶνδε δολοφροσύνῃ καὶ μήδεσιν, οἵ σε καὶ αὐτὸν
δῆριν ἐπὶ στονόεσσαν ἐποτρύνουσι νέεσθαι·
τοὔνεκʼ ἐγὼ δείδοικα περὶ κραδίῃ τρομέουσα,
μή μοι καὶ σέο, τέκνον, ἀποφθιμένοιο πέληται
εὖνιν καλλειφθεῖσαν ἀεικέα πήματα πάσχειν·
οὐ γάρ πώ τι γυναικὶ κακώτερον ἄλγος ἔπεισιν,
ἢ ὅτε παῖδες ὄλωνται ἀποφθιμένοιο καὶ ἀνδρός,
χηρωθῇ δὲ μέλαθρον ὑπʼ ἀργαλέου θανάτοιο·
αὐτίκα γὰρ περὶ φῶτες ἀποτμήγουσιν ἀρούρας,
κείρουσιν δέ τε πάντα καὶ οὐκ ἀλέγουσι θέμιστας·
τοὔνεκʼ ἄρʼ οὔ τι τέτυκται ὀϊζυρώτερον ἄλλο
χήρης ἐν μεγάροισιν ἀκιδνότερόν τε γυναικός.
ἦ μέγα κωκύουσα· πάϊς δέ μιν ἀντίον ηὔδα·
θάρσει, μῆτερ ἐμεῖο, κακὴν δʼ ἀποπέμπεο φήμην·
οὐ γὰρ ὑπὲρ κῆράς τις ὑπʼ ἄρεϊ δάμναται ἀνήρ·
εἰ δέ μοι αἴσιμόν ἐστι δαμήμεναι εἵνεκʼ Ἀχαιῶν,
τεθναίην ῥέξας τι καὶ ἄξιον Αἰακίδῃσιν.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
