Ancient Greek
Book 7, lines 7.292-7.340
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 7.292-340
Not analysed yet
ὣς φάτο· τῷ δʼ ἄγχιστα κίεν γεραρὸς Λυκομήδης,
καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
ὦ τέκος ὀβριμόθυμον ἑῷ πατρὶ κάρτος ἐοικώς,
οἶδʼ ὅτι καρτερός ἐσσι καὶ ὄβριμος· ἀλλʼ ἄρα καὶ ὣς
καὶ πόλεμον δείδοικα πικρὸν καὶ κῦμα θαλάσσης
λευγαλέον· ναῦτοι γὰρ ἀεὶ σχεδόν εἰσιν ὀλέθρου.
ἀλλὰ σὺ δείδιε, τέκνον, ἐπήν πλόον εἰσαφίκηαι
ὕστερον ἢ Τροίηθεν ἤ ἄλλοθεν, οἷά τε πολλὰ
πλαζόμεθʼ ἄνθρωποι ἐπʼ ἀπείριτα νῶτα θαλάσσης
τῆμος, ὅτʼ αἰγοκερῆι συνέρχεται ἠερόεντι
ἠέλιος μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων
τοξευτήν, ὅτε χεῖμα λυγρὸν κλονέουσιν ἄελλαι,
ἢ ὁπότʼ Ὠκεανοῖο κατὰ πλατὺ χεῦμα φέρονται
ἄστρα κατερχομένοιο ποτὶ κνέφας Ὠρίωνος·
δείδιε δʼ ἐν φρεσὶ σῇσιν ἰσημερίην ἀλεγεινήν,
ᾗ ἔνι συμφορέονται ἀνʼ εὐρέα βένθεα πόντου
ἔκποθεν ἀΐσσουσαι ὑπὲρ μέγα λαῖτμα θύελλαι,
ἢ ὅτε Πληιάδων πέλεται δύσις, ἥν ῥα καὶ αὐτὴν
δείδιθι μαιμώωσαν ἔσω ἁλὸς ἠδὲ καὶ ἄλλα
ἄστρα, τά που μογεροῖσι πέλει δέος ἀνθρώποισι
δυόμενʼ ἢ ἀνιόντα κατὰ πλατὺ χεῦμα θαλάσσης.
ὣς εἰπὼν κύσε παῖδα καὶ οὐκ ἀνέεργε κελεύθου
ἱμείροντα μόθοιο δυσηχέος· ὃς δʼ ἐρατεινὸν
μειδιόων ἐπὶ νῆα θοῶς ὥρμαινε νέεσθαι.
ἀλλά μιν εἰσέτι μητρὸς ἐνὶ μεγάροισιν ἔρυκε
δακρυόεις ὀαρισμὸς ἐπισπεύδοντα πόδεσσιν.
ὡς δʼ ὅτε τις θοὸν ἵππον ἐπὶ δρόμον ἰσχανόωντα
εἴργει ἐφεζόμενος, ὁ δʼ ἐρυκανόωντα χαλινὸν
δάπτει ἐπιχρεμέθων, στέρνον δέ οἱ ἀφριόωντος
δεύεται, οὐδʼ ἵστανται ἐελδόμενοι πόδες οἴμης,
πουλὺς δʼ ἀμφʼ ἔνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ
ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται
ῥώοντʼ ἐσσυμένοιο, κάρη δʼ εἰς ὕψος ἀείρει
φυσιόων μάλα πολλά, νόος δʼ ἐπιτέρπετʼ ἄνακτος·
ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος
μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον·
ἡ δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί.
ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην
μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός·
οἵη δʼ ἀμφὶ μέλαθρα μέγʼ ἀσχαλόωσα χελιδὼν
μύρεται αἰόλα τέκνα, τά που μάλα τετριγῶτα
αἰνὸς ὄφις κατέδαψε καὶ ἤκαχε μητέρα κεδνήν,
ἡ δʼ ὁτέ μέν χήρην περιπἐπταται ἀμφὶ καλιήν,
ἄλλοτε δʼ εὐτύκτοισι περὶ προθύροισι ποτᾶται
αἰνὰ κινυρομένη τεκέων ὕτερ· ὣς ἄρα κείνου
μύρετο Δηιδάμεια, καὶ υἱέος ἄλλοτε μέν που
εὐνὴν ἀμφιχυθεῖσα μέγʼ ἴαχεν, ἄλλοτε δʼ αὖτε
κλαῖεν ἐπὶ φλιῇσι· φίλῳ δʼ ἐγκάτθετο κόλπῳ,
εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα,
ᾦ ἔπι τυτθὸς ἐὼν ἀταλὰς φρένας ἰαίνεσκεν·