# τὰ μεθ᾿ Ὅμηρον 7.341-381

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 7, lines 7.341-7.381. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/7.341

ἀμφὶ δέ οἱ καὶ ἄκοντα λελειμμένον εἴ που ἴδοιτο,
ταρφέα μιν φιλέεσκε, καὶ εἴ τί περ ἄλλο γοῶσα
ἔδρακε παιδὸς ἑοῖο δαΐφρονος. οὐδʼ ὅ γε μητρὸς
ἄσπετʼ ὀδυρομένης ἔτʼ ἐπέκλυεν, ἀλλʼ ἀπάτερθε
βαῖνε θοὴν ἐπὶ νῆα· φέρον δέ μιν ὠκέα γυῖα
ἀστέρι παμφανόωντι πανείκελον. ἀμφὶ δʼ ἄρʼ αὐτῷ
ἕσπετʼ ὁμῶς Ὀδυσῆι δαΐφρονι Τυδέος υἱός,
ἄλλοι τʼ εἴκοσι φῶτες ἀρηράμενοι φρεσὶ θυμόν,
τοὺς ἔχε κεδνοτάτους ἐν δώμασι Δηιδάμεια,
καί σφας ἐῷ πόρε παιδὶ θοοὺς ἔμεναι θεράποντας.
οἱ τότʼ Ἀχιλλέος υἷα θρασὺν περιποιπνύεσκον
ἐσσύμενον ποτὶ νῆα διʼ ἄστεος· ὅς δʼ ἐνὶ μέσσοις
ἤιε καγχαλόων· κεχάροντο δὲ Νηρηῖναι
ἀμφὶ Θέτιν· καὶ δʼ αὐτὸς ἐγήθεε Κυανοχαίτης
εἰσορόων Ἀχιλῆος ἀμύμονος ὄβριμον υἷα,
ὡς ἤδη πολέμοιο λιλαίετο δακρυόεντος
καίπερ ἐὼν ἔτι παιδνός, ἔτʼ ἄχνοος· ἀλλά μιν ἀλκὴ
καὶ μένος ὀτρύνεσκεν· ἑῆς δʼ ἐξέσσυτο πάτρης,
οἶος Ἄρης, ὅτε μῶλον ἐπέρχεται αἱματόεντα
χωόμενος δηίοισι, μέμηνε δέ οἱ μέγα θυμός,
καί οἱ ἐπισκύνιον βλοσυρὸν πέλει, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
ὄμματα μαρμαίρουσιν ἴσον πυρί, ταὶ δέ παρειαὶ
κάλλος ὁμοῦ κρυόεντι φόβῳ καταειμέναι αἰεὶ
φαίνοντʼ ἐσσυμένου, τρομέουσι δὲ καὶ θεοὶ αὐτοί·
τοῖος ἔην Ἀχιλῆος ἐῢς πάίς· οἱ δʼ ἀνὰ ἄστυ
εὔχοντʼ ἀθανάτοισι σαωσέμεν ἐσθλὸν ἄνακτα
ἀργαλέου παλίνορσον ἀπʼ Ἄρεος· οἱ δʼ ἐσάκουσαν
εὐχομένων· ὁ δὲ πάντας ὑπείρεχεν, οἵ οἱ ἕποντο.
ἐλθόντες δʼ ἐπὶ θῖνα βαρυγδούποιο θαλάσσης
εὗρον ἔπειτʼ ἐλατῆρας ἐϋξόου ἔνδοθι νηὸς
ἱστία τʼ ἐντύνοντας ἐπειγομένους τʼ ἀνὰ νῆα·
αἶψα δʼ ἐν αὐτοὶ ἔβαν· τοὶ δʼ ἔκτοθι πείσματʼ ἔλυσαν
εὐνάς θʼ, αἳ νήεσσι μέγα σθένος αἰὲν ἕπονται.
τοῖσι δʼ ἄρʼ εὐπλοΐην πόσις ὤπασεν Ἀμφιτρίτης
προφρονέως· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μέμβλετʼ Ἀχαιῶν
]τειρομένων ὑπὸ Τρωσὶ καὶ Εὐρυπύλῳ μεγαθύμῳ.
οἱ δʼ Ἀχιλήιον υἷα παρεζόμενοι ἑκάτερθε
τέρπεσκον μύθοισιν ἑοῦ πατρὸς ἔργʼ ἐνέποντες,
ὅσσα τʼ ἀνὰ πλόον εὐρὺν ἐμήσατο καὶ ποτὶ γαίῃ
Τηλέφου ἀγχεμάχοιο, καὶ ὁππόσα Τρῶας ἔρεξεν
ἀμφὶ πόλιν Πριάμοιο φέρων κλέος Ἀτρείδῃσι·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
