Ancient Greek
Book 7, lines 7.382-7.421
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 7.382-421
Not analysed yet
τοῦ δʼ ἄρʼ ἰαίνετο θυμὸς ἐελδομένοιο καὶ αὐτοῦ
πατρὸς ἀταρβήτοιο κλέος καὶ κῦδος ἀρέσθαι.
ἥ δέ που ἐν θαλάμοισιν ἀκηχεμένη περὶ παιδὶ
ἐσθλὴ Δηιδάμεια πολύστονα δάκρυα χεῦε,
καί οἱ ἐνὶ φρεσὶ θυμὸς ὑπʼ ἀργαλέῃσιν ἀνίῃς
τήκεθʼ ὅπως ἀλαπαδνὸς ἐπʼ ἀνθρακίῃσι μόλιβδος
ἠὲ τρύφος κηροῖο· γόος δέ μιν οὔποτʼ ἔλειπε
δερκομένην ἐπὶ πόντον ἀπείριτον· οὕνεκα μήτηρ
ἄχνυθʼ ἐῷ περὶ παιδί, καὶ ἢν ἐπὶ δαῖτʼ ἄφίκηται
τηλόθι κεκλόμενος φίλου ἀνδρὸς ἐς ἀλλότριον δῶ.
καί ῥά οἱ ἱστία νηὸς ἀπόπροθι πολλὸν ἰούσης
ἤδη ἀπεκρύπτοντο καὶ ἠέρι φαίνεθʼ ὁμοῖα·
ἀλλʼ ἡ μὲν στονάχιζε πανημερίη γοόωσα.
νηῦς δʼ ἔθεεν κατὰ πόντον ἐπισπομένου ἀνέμοιο
τυτθὸν ἐπιψαύουσα πολυρροθίοιο θαλάσσης·
πορφύρεον δʼ ἑκάτερθε περὶ τρόπιν ἔβραχε κῦμα·
αἶψα δὲ νηῦς μέγα λαῖτμα διήνυσε ποντοποροῦσα.
ἀμφὶ δέ οἱ πέσε νυκτὸς ἔπι κνέφας· ἡ δʼ ὑπʼ ἀήτῃ
πλῶε κυβερνήτῃ τε διαπρήσσουσα θαλάσσης
βένθεα· θεσπεσίη δὲ πρὸς οὐρανὸν ἤλυθεν Ἠώς.
τοῖσι δʼ ἄρʼ Ἰδαίων ὀρέων φαίνοντο κολῶναι
Χρῦσά τε καὶ Σμίνθειον ἕδος καὶ Σιγιὰς ἄκρη
τύμβος τʼ Αἰακίδαο δαΐφρονος· ἀλλά μιν οὔτι
υἱὸς Λαέρταο πύκα φρονέων ἐνὶ θυμῷ
δεῖξε Νεοπτολέμῳ, ἵνα οἱ μὴ πένθος ἀέξῃ
θυμὸς ἐνὶ στήθεσσι. παρημείβοντο δὲ νήσους
αἶψα Καλυδναίας· Τένεδος δʼ ἀπελείπετʼ ὀπίσσω·
φαίνετο δʼ αὖτʼ Ἐλεοῦντος ἕδος, τόθι Πρωτεσιλάου
σῆμα πέλει πτελέῃσι κατάσκιον αἰπεινῇσιν,
αἵ ῥʼ ὁπότʼ ἀθρήσωσιν ἀνερχόμεναι δαπέδοιο
Ἴλιον, αὐτίκα τῇσι θοῶς αὐαίνεται ἄκρα.
νῆα δʼ ἐρεσσομένην ἄνεμος φέρεν ἀγχόθι Τροίης·
ἵκετο δʼ ᾗχι καὶ ἄλλαι ἔσαν παρὰ θίνεσι νῆες
Ἀργείων, οἵ τῆμος ὀϊζυρῶς πονέοντο
μαρνάμενοι περὶ τεῖχος, ὅπερ πάρος αὐτοὶ ἔδειμαν
νηῶν ἔμμεναι ἕρκος ἐϋσθενέων θʼ ἅμα λαῶν
ἐν πολέμῳ· τὸ δʼ ἄρʼ ἤδη ὑπʼ Εὐρυπύλοιο χέρεσσι
μέλλεν ἀμαλδύνεσθαι ἐρειπόμενον ποτὶ γαίῃ,
εἰ μὴ ἄρʼ αἶψʼ ἐνόησε κραταιοῦ Τυδέος υἱὸς
βαλλόμενʼ ἕρκεα μακρά· θοῆς δʼ ἄφαρ ἔκθορε νηός,
θαρσαλέως δʼ ἐβόησεν, ὅσον χάδε οἱ κέαρ ἔνδον·