# τὰ μεθ᾿ Ὅμηρον 7.422-463

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 7, lines 7.422-7.463. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/7.422

ὦ φίλοι, ἦ μέγα πῆμα κυλίνδεται Ἀργείοισι
σήμερον· ἀλλʼ ἄγε θάσσον ἐς αἰόλα τεύχεα δύντες
ἴομεν ἐς πολέμοιο πολυκμήτοιο κυδοιμόν·
ἤδη γὰρ πύργοισιν ἐφʼ ἡμετέροισι μάχονται
Τρῶες ἐϋπτόλεμοι, τοὶ δὴ τάχα τείχεα μακρὰ
ῥηξάμενοι πυρὶ νῆας ἐνιπρήσουσι μάλʼ αἰνῶς·
νῶϊν δʼ οὐκέτι νόστος ἐελδομένοις ἀνὰ θυμὸν
ἔσσεται· ἀλλὰ καὶ αὐτοὶ ὑπέρ μόρον αἶψα δαμέντες
κεισόμεθʼ ἐν Τροίῃ, τεκέων ἑκὰς ἠδὲ γυναικῶν.
ὣς φάτο· τοὶ δʼ ὤκιστα θοῆς ἐκ νηὸς ὄρουσαν
πανσυδίῃ· πάντας γὰρ ἕλε τρόμος εἰσαΐοντας
νόσφι Νεοπτολέμοιο δαΐφρονος, οὕνεκʼ ἐῴκει
πατρὶ φίλῳ μέγα κάρτος· ἔρως δέ οἱ ἔμπεσε χάρμης.
καρπαλίμως δʼ ἵκοντο ποτὶ κλισίην Ὀδυσῆος·
ἡ γὰρ ἔην ἄγχιστα νεὼς κυανοπρώροιο·
πολλὰ δʼ ἄρʼ ἐξημοιβὰ παραυτόθι τεύχεα κεῖτο,
ἠμὲν Ὀδυσσῆος πυκιμήδεος ἠδὲ καὶ ἄλλων
ἀντιθέων ἑτάρων, ὁπόσα κταμένων ἀφέλοντο.
ἔνθʼ ἐσθλὸς μὲν ἔδυ καλὰ τεύχεα, τοὶ δὲ χέρεια
δῦσαν, ὅσοις ἀλαπαδνὸν ὑπὸ κραδίῃ πέλεν ἦτορ·
αὐτὰρ Ὀδυσσεὺς δύσαθʼ ἅ οἱ Ἰθάκηθεν ἕποντο·
δῶκε δὲ Τυδείδῃ Διομήδεϊ κάλλιμα τεύχη
κεῖνα, τὰ δὴ Σώκοιο βίην εἴρυσσε πάροιθεν·
υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἐδύσατο τεύχεα πατρός,
καί οἱ φαίνετο πάμπαν ἀλίγκιος· ἀμφὶ δʼ ἐλαφρὰ
Ἡφαίστου παλάμῃσι περὶ μελέεσσιν ἀρήρει,
καίπερ ἐόνθʼ ἑτέροισι πελώρια· τῷ δʼ ἅμα πάντα
φαίνετο τεύχεα κοῦφα· κάρη γε μὲν οὔτι βάρυνε
πήληξ οὐ παλάμῃσιν ἐπέβρισεν δόρυ μακρὸν
Πηλιάς, ἀλλά ἑ χερσὶ καὶ ἠλίβατόν περ ἐοῦσαν
ῥηιδίως ἀνάειρεν ἔθʼ αἵματος ἰσχανόωσαν.
Ἀργείων δέ μιν ὅσσοι ἐπέδρακον, οὔτι δύναντο
καίπερ ἐελδόμενοι σχεδὸν ἐλθέμεν, οὕνεκʼ ἄρʼ αὐτοὺς
πᾶν περὶ τεῖχος ἔτειρε βαρὺς πολέμοιο κυδοιμός·
ὡς δʼ ὅτʼ ἀνʼ εὐρέα πόντον ἐρημαίῃ περὶ νήσῳ
ἀνθρώπων ἀπάτερθεν ἐεργμένοι ἀσχαλόωσιν
ἀνέρες, οὕς τʼ ἀνέμοιο καταιγίδες ἀντιόωσαι
εἴργουσιν μάλα πολλὸν ἐπὶ χρόνον, οἱ δʼ ἀλεγεινοὶ
νηὶ περιτρωχῶσι, καταφθινύθει δʼ ἄρα πάντα
ἤια, τειρομένοισι δʼ ἐπιπνεύσῃ λιγὺς οὖρος·
ὣς ἄρʼ Ἀχαιῶν ἔθνος ἀκηχέμενον τὸ πάροιθεν
ἀμφὶ Νεοπτολέμοιο βίῃ κεχάροντο μολόντι
ἐλπόμενοι στονόεντος ἀναπνεύσειν καμάτοιο.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
