Ancient Greek
Book 7, lines 7.464-7.509
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 7.464-509
Not analysed yet
ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέος εὖτε λέοντος,
ὅς τε κατʼ οὔρεα μακρὰ μέγʼ ἀσχαλόων ἐνὶ θυμῷ
ἔσσυται ἀγρευτῇσιν ἐναντίον, οἵ τέ οἱ ἤδη
ἄντρῳ ἐπεμβαίνωσιν ἐρύσσασθαι μεμαῶτες
σκύμνους οἰωθέντας ἑῶν ἀπὸ τῆλε τοκήων
βήσσῃ ἐνὶ σκιερῇ, ἑ δʼ ἄρʼ ὑψόθεν ἔκ τινος ἄκρης
ἀθρήσας ὀλοοῖσιν ἐπέσσυται ἀγρευτῇσι
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς·
ὥς ἄρα φαίδιμος υἱὸς ἀταρβέος Αἰακίδαο
θυμὸν ἐπὶ Τρώεσσιν ἐϋπτολέμοισιν ὄρινεν·
οἴμησεν δʼ ἄρα πρῶτον, ὅπῃ μάλα δῆρις ὀρώρει
ἄμ πεδίον· τῇ γάρ φρεσὶν ἔλπετο τεῖχος Ἀχαιῶν
ῥηίτερον δηΐοισι κατὰ κλόνον ἐσσυμένοισιν,
οὕνεκʼ ἀκιδνοτέρῃσιν ἐπάλξεσιν ἠρήρειστο.
σὺν δέ οἱ ἄλλοι ἔβαν μέγα μαιμώωντες Ἄρηι·
εὗρον δʼ Εὐρύπυλον κρατερόφρονα, τῷ δʼ ἅμʼ ἑταίρους
πύργῳ ἐπεμβεβαῶτας, ὀϊομένους περὶ θυμῷ
ῥήξειν τείχεα μακρὰ καὶ Ἀργείους ἀπολέσσειν
πανσυδίῃ· τοῖς δʼ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ·
ἀλλά σφεας Ὀδυσεύς τʼ ἠδὲ σθεναρὸς Διομήδης
ἰσόθεός τε Νεοπτόλεμος δῖός τε Λεοντεὺς
ἄψ ἀπὸ τείχεος ὦσαν ἀπειρεσίοις βελέεσσιν.
ὡς δʼ ὅτʼ ἀπὸ σταθμοῖο κύνες μογεροί τε νομῆες
κάρτεϊ καὶ φωνῇ κρατεροὺς δεύουσι λέοντας
πάντοθεν ἐσσύμενοι, τοὶ δʼ ὄμμασι γλαυκιόωντες
στρωφῶντʼ ἔνθα καὶ ἔνθα λιλαιόμενοι μέγα θυμῷ
πόρτιας ἠδὲ βόας μετὰ γαμφηλῇσι λαφύξαι,
ἀλλὰ καὶ ὣς εἴκουσι κυνῶν ὑπὸ καρτεροθύμων
σευόμενοι, μάλα γάρ σφιν ἐπαΐσσουσι νομῆες·
βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν·
οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπονόσφι φέβεσθαι
Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε
μίμνειν, εἰσόκε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ
Ἀργείους· Ζεὺς γάρ οἱ ἀπειρέσιον βάλε κάρτος.
αὐτίκα δʼ ὀκριόεσσαν ἑλὼν καὶ ἀτειρέα πέτρην
ἧκεν ἐπεσσυμένως κατὰ τείχεος ἠλιβάτοιο·
σμερδαλέον δʼ ἄρα πάντα περιπλατάγησε θέμεθλα
ἕρκεος αἰπεινοῖο· δέος δʼ ἕλε πάντας Ἀχαιοὺς
τείχεος ὡς ἤδη συνοχωκότος ἐν κονίῃσιν.
ἀλλʼ οὐδʼ ὣς ἀπόρουσαν ἀταρτηροῖο κυδοιμοῦ,
ἀλλʼ ἔμενον θώεσσιν ἐοικότες ἠὲ λύκοισι,
μήλων ληιστῆρσιν ἀναιδέσιν, οὕς τʼ ἐν ὄρεσσιν
ἄντρων ἐξελάσωσιν ὁμῶς κυσὶν ἀγροιὼται
ἱέμενοι σκύμνοισι φόνον στονόεντα βαλέσθαι
ἐσσυμένως, τοὶ δʼ οὔτι βιαζόμενοι βελέεσσι
χάζοντʼ, ἀλλὰ μένοντες ἀμύνουσιν τεκέεσσιν·