# τὰ μεθ᾿ Ὅμηρον 7.510-550

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 7, lines 7.510-7.550. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/7.510

ὥς οἵ ἀμυνόμενοι νηῶν ὕπερ ἠδὲ καὶ αὐτῶν
μίμνον ἐν ὑσμίνῃ· τοῖς δʼ Εὐρύπυλος θρασυχάρμης
ἠπείλει μέγα πᾶσι νεῶν προπάροιθε θοάων·
ἆ δειλοὶ καὶ ἄναλκιν ἐνὶ φρεσὶ θυμὸν ἔχοντες,
οὐκ ἄν δὴ βελέεσσι νεῶν ἄπο ταρβήσαντα
ἠλάσατʼ, εἰ μὴ τεῖχος ἐμὴν ἀπέρυκεν ὁμοκλήν·
νῦν δέ μοι εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ
μάρνασθʼ ἔνδον ἐόντες ἀλευόμενοι φόνον αἰπύν·
ἤν δέ ποτʼ ἐκ νηῶν ἐς Τρώιον οὖδας ἵκησθε,
ὡς τὸ πάρος μεμαῶτες ἐπὶ μόθον, οὔ νύ τις ὑμέας
ῥύσεται ἐκ θανάτοιο δυσηχέος, ἀλλʼ ἅμα πάντες
κείσεσθʼ ἐν κονίῃσιν ἐμεῦ ὕπο δῃωθέντες.
ὣς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη
ὅττι ῥά οἱ μέγα πῆμα κυλίνδετο βαιὸν ἄπωθεν
χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὅς μιν ἔμελλε
δάμνασθʼ οὐ μετὰ δηρὸν ὑπʼ ἔγχεϊ μαιμώωντι
οὐδὲ μὲν οὐδὲ τότʼ ἔσκεν ἄτερ κρατεροῖο πόνοιο,
ἀλλʼ ἄρα Τρῶας ἔναιρεν ἀφʼ ἕρκεος· οἱ δʼ ἐφέβοντο
βαλλόμενοι καθύπερθε· περικλονέοντο δʼ ἀνάγκῃ
Εὐρυπύλῳ· πάντας γὰρ ἀνιηρὸν δέος ᾕρει·
ὡς δʼ ὅτε νηπίαχοι περὶ γούνασι πατρὸς ἑοῖο
πτώσσουσι βροντὴν μεγάλου Διὸς ἀμφὶ νέφεσσι
ῥηγνυμένην, ὅτε δεινὸν ἐπιστοναχίζεται αἰθήρ·
ὣς ἄρα Τρώιοι υἷες ἐν ἀνδράσι Κητείοισιν
ἀμφὶ μέγαν βασιλῆα Νεοπτόλεμον φοβέοντο
πᾶν θʼ ὅ τι χερσὶν ἕηκεν· ἐς ἰθὺ γὰρ ἔπτατο πῆμα,
δυσμενέων κεφαλῇσι φέρον πολύδακρυν Ἅρηα.
οἱ δʼ ἄρʼ ἀμηχανὶῃ βεβολημένοι ἔνδοθεν ἦτορ
Τρῶες ἔφαντʼ Ἀχιλῆα πελώριον εἰσοράασθαι
αὐτὸν ὁμῶς τεύχεσσι· καὶ ἀμφασίην ἀλεγεινὴν
κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται
ἐς φρένα Κητείων μηδʼ Εὐρυπύλοιο ἄνακτος·
αὐτοῦ δʼ ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες
μεσσηγὺς κακότητος ἔσαν κρυεροῦ τε φόβοιο·
αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμʼ ἀλεγεινόν.
ὡς δʼ ὅτε παιπαλόεσσαν ὁδὸν κάτα ποσσὶν ἰόντες
ἀνέρες ἀθρήσωσιν ἀπʼ οὔρεος ἀΐσσοντα
χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτῃ,
οὐδʼ ἔτι οἱ μεμάασιν ἀνὰ ῥόον ἠχὴεντα
δύμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον
δερκόμενοι τρομέουσι καὶ οὐκ ἀλέγουσι κελεύθου·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
