Ancient Greek
Book 7, lines 7.551-7.591
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 7.551-591
Not analysed yet
ὣς ἅρα Τρῶες ἔμιμνον ἐελδόμενοί περ ἀλύξαι
τεῖχος ὔπʼ Ἀργείων· τοὺς δʼ Εὐρύπυλος θεοειδὴς
αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον· ἦ γὰρ ἐώλπει
πολλοὺς δηϊόωντα πελώριον ἐν δαῒ φῶτα
χεῖρα καμεῖν καὶ κάρτος· ὁ δʼ οὐκ ἀπέληγε μόθοιο.
τῶν δʼ ἄρʼ Ἀθηναίη κρατερὸν πόνον εἰσορόωσα
κάλλιπεν Οὐλύμποιο θυωδέος αἰπὰ μέλαθρα·
βῆ δʼ ἄρʼ ὑπὲρ κορυφὰς ὀρέων· οὐδʼ ἴχνεσι γαίης
ψαῦε μέγʼ ἐγκονέουσα· φέρεν δέ μιν ἱερὸς ἀὴρ
εἰδομένην νεφέεσσιν, ἐλαφροτέρην δʼ ἀνέμοιο.
Τροίην δʼ αἶψʼ ἀφίκανε, πόδας δʼ ἐπέθηκε κολώνῃ
Σιγέου ἠνεμόεντος· ἐδέρκετο δʼ ἔνθεν ἀϋτὴν
ἀγχεμάχων ἀνδρῶν, κύδαινε δὲ πολλὸν Ἀχαιούς.
υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἔχεν πολὺ φέρτατον ἄλλων
θάρσος ὁμοῦ καὶ κάρτος, ἅ τʼ ἀνδράσιν εἰς ἕν ἰόντα
τεύχουσιν μέγα κῦδος· ὁ δʼ ἀμφοτέροισι κέκαστο,
οὕνεκʼ ἔην Διὸς αἷμα, φίλῳ δʼ ἤικτο τοκῆι·
τῷ καὶ ἄτρεστος ἐὼν πολέας κτάνεν ἀγχόθι πύργων.
ὡς δʼ ἁλιεὺς κατὰ πόντον ἀνὴρ λελιημένος ἄγρης
τεύχων ἰχθύσι πῆμα φέρει μένος Ἡφαίστοιο
νηὸς ἑῆς ἔντοσθε, διεγρομένῃ δʼ ὑπʼ ἀϋτμῇ
μαρμαίρει περὶ νῆα πυρὸς σέλας, οἱ δὲ κελαίνης
ἐξ ἁλὸς ἀΐσσουσι μεμαότες ὕστατον αἴγλην
εἰσιδέειν, τοὺς γάρ ῥα τανυγλώχινι τριαίνῃ
κτείνει ἑπεσσυμένους, γάνυται δέ οἱ ἦτορ ἐπʼ ἄγρῃ·
ὣς ἄρα κύδιμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
λαΐνεον περὶ τεῖχος ἐδάμνατο δήϊα φῦλα
ἀντἲ ἐπεσσυμένων· πονέοντο δὲ πάντες Ἀχαιοὶ
ἄλλοι ὁμῶς ἄλλῃσιν ἐπάλξεσιν· ἔβραχε δʼ εὐρὺς
αἰγιαλὸς καὶ νῆες, ἐπεστενάχοντο δὲ μακρὰ
τείχεα βαλλομένων. κάματος δʼ ὑπεδάμνατο λαοὺς
ἄσπετος ἀμφοτέρωθε, λύοντο δὲ γυῖα καὶ ἀλκὴ
αἰζηῶν· ἀλλʼ οὔτι μενεπτολέμου Ἀχιλῆος
ἄμφεχεν υἱέα δῖον, ἐπεὶ δέ οἱ ὄβριμον ἦτορ
πάμπαν ἔην ἄτρυτον, ἀνιηρὸν δέος οὔτι
ἥψατο μαρναμένοιο· μένος δʼ ἀκάμαντι ἐῴκει
ἀενάῳ ποταμῷ, τὸν ἀπειρεσίη πυρὸς ὁρμὴ
οὔποτʼ ἰοῦσʼ ἐφόβησε, καὶ εἰ μέγα μαίνετʼ ἀήτης
Ἡφαίστου κλονέων ἱερὸν μένος, ἤν γὰρ ἵκηται
ἐγγὺς ἐπὶ προχοῇσι μαραίνεται, οὐδέ οἱ ἀλκὴ
ἅψασθʼ ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο·