# τὰ μεθ᾿ Ὅμηρον 7.592-631

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 7, lines 7.592-7.631. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/7.592

ὥς ἄρα Πηλείδαο δαΐφρονος υἱέος ἐσθλοῦ
οὔτε μόγος στονόεις οὔτʼ ἄρ δέος ἥψατο γούνων
αἰὲν ἐρειδομένοιο καὶ ὀτρύνοντος ἑταίρους.
οὐ μὴν οὐδὲ βέλος κείνου χρόα καλὸν ἵκανε
πολλῶν βαλλομένων· ἀλλʼ ὡς νιφάδες περὶ πέτρην
πολλάκις ἠίχθησαν ἐτώσια· πάντα γὰρ εὐρὺ
εἶργε σάκος βριαρή τε κόρυς, κλυτὰ δῶρα θεοῖο·
τοῖς ἐπικαγχαλόων κρατερὸς πάϊς Αἰακίδαο
φοίτα μακρὰ βοῶν περὶ τείχεϊ πολλὰ κελεύων
ἐς μόθον Ἀργείοισιν ἀταρβέσιν, οὕνεκα πάντων
πολλὸν ἔην ὄχʼ ἄριστος, ἔχεν δʼ ἔτι θυμὸν ὁμοκλῆς
λευγαλέης ἀκόρητον, ἑοῦ δʼ ἄρα μήδετο πατρὸς
τίσεσθʼ ἀλγινόεντα φόνον· κεχάροντο δʼ ἄνακτι
Μυρμιδόνες· στυγερὴ δὲ πέλεν περὶ τεῖχος ἀϋτή.
Ἕνθα δύω κτάνε παῖδε πολυχρύσοιο Μέγητος,
ὅς γόνος ἔσκε Δύμαντος, ἔχεν δʼ ἐρικυδέας υἷας,
εἰδότας εἶ μὲν ἄκοντα βαλεῖν, εὖ δʼ ἵππον ἐλάσσαι
ἐν πολέμῳ καὶ μακρὸν ἐπισταμένως δόρυ πῆλαι,
τοὺς τέκε οἱ Περίβοια μιῇ ὠδῖνι παρʼ ὄχθῃς
Σαγγαρίου, Κέλτον τε καὶ Εὔβιον· οὐδʼ ἀπόναντο
ὄλβου ἀπειρεσίοιο πολὺν χρόνον, οὕνεκα Μοῖραι
παῦρον ἐπὶ σφίσι πάγχυ τέλος βιότοιο βάλοντο·
ἄμφω δʼ ὡς ἴδον ἦμαρ ὁμῶς, ὥς κάτθανον ἄμφω
χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὃς μὲν ἄκοντι
βλήμενος ἐς κραδίην, ὁ δὲ χερμαδίῳ ἀλεγεινῷ
κὰκ κεφαλῆς· βριαρὴ δὲ περιθραυσθεῖσα καρήνῳ,
ἐθλάσθη τρυφάλεια καὶ ἐγκέφαλον συνέχευεν.
ἀμφὶ δʼ ἄρα σφίσι φῦλα περικτείνοντο καὶ ἄλλων
μυρία δυσμενέων· μέγα δʼ Ἄρεος ἔργον ὀρώρει,
μέσφʼ ὅτε δὴ βουλυτὸς ἐπήλυθεν, ἤνυτο δʼ ἠὼς
ἀμβροσίη, καὶ λαὸς ἀταρβέος Εὐρυπύλοιο
χάσσατο τυτθὸν ἄπωθε νεῶν· οἱ δʼ ἀγχόθι πύργων
βαιὸν ἀνέπνευσαν· καὶ δʼ αὐτοὶ Τρώιοι υἷες
ἀμπαύοντο μόθοιο δυσηχέος, οὕνεκʼ ἐτύχθη
φύλοπις ἀργαλέη περὶ τείχεϊ. καί νύ χʼ ἅπαντες
Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο,
εἰ μὴ Ἀχιλλῆος κρατερὸς πάϊς ἤματι κείνῳ
δυσμενέων ἀπάλαλκε πολὺν στρατὸν ἠδὲ καὶ αὐτὸν
Εὐρύπυλον. τῷ δʼ αἶψα γέρων σχεδὸν ἤλυθε Φοῖνιξ,
καί μιν ἰδὼν θάμβησεν ἐοικότα Πηλείωνι·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
