Ancient Greek
Book 7, lines 7.632-7.669
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 7.632-669
Not analysed yet
ἀμφὶ δέ οἱ μέγα χάρμα καὶ ἄσπετον ἄλγος ἵκανεν,
ἄλγος μὲν μνησθέντι ποδώκεος ἀμφʼ Ἀχιλῆος,
χάρμα δʼ ἄρʼ, οὕνεκά οἱ κρατερὸν παῖδʼ εἰσενόησε·
κλαῖε δʼ ὅ γʼ ἀσπασίως, ἐπεὶ οὔποτε φῦλʼ ἀνθρώπων
νόσφι γόου ζώουσι, καὶ εἴ ποτε χάρμα φέρονται.
ἀμφεχύθη δέ οἱ, εὖτε πατὴρ περὶ παιδὶ χυθείη,
ὅς τε θεῶν ἰότητι πολὺν χρόνον ἄλγἐ ἀνατλὰς
ἔλθῃ ἑὸν ποτὶ δῶμα φίλῳ μέγα χάρμα τοκῆι·
ὣς ὁ Νεοπτολέμοιο κάρη καὶ στήθεα κύσσεν
ἀμφιχυθείς, καὶ τοῖον ἀγασσάμενος φάτο μῦθον·
χαῖρέ μοι, ὦ τέκος ἐσθλὸν Ἀχιλλέος, ὅν ποτʼ ἔγωγε
τυτθὸν ἐόντʼ ἀτίταλλον ἐν ἀγκοίνῃσιν ἐμῇσι
προφρονέως· ὁ δʼ ἄρʼ ὦκα θεῶν ἐρικυδέϊ βουλῇ
ἔρνος ὅπως ἐριθηλὲς ἀέξετο· καί οἱ ἔγωγε
γήθεον εἰσορόων ἠμὲν δέμας ἠδὲ καὶ ἀλκήν·
ἔσκε δέ μοι μέγʼ ὄνειαρ· ἴσον δέ ἑ παιδὶ τίεσκον
τηλυγέτῳ· ὁ δʼ ἄρʼ ἶσον ἑῷ πατρὶ τῖεν ἐμὸν κῆρ·
κείνῳ μὲν γὰρ ἔγωγε πατήρ, ὁ δʼ ἄρʼ υἱὸς ἔμοιγε
ἔσκε νόῳ· φαίης κεν ἰδὼν ἑνὸς αἵματος εἶναι
εἵνεχʼ ὁμοφροσύνης· ἀρετῇ δʼ ὅ γε φέρτερος ἦεν
πολλόν, ἐπεὶ μακάρεσσι δέμας καὶ κάρτος ἐῴκει.
τῷ σύγε πάμπαν ἔοικας· ἐγὼ δʼ ἄρα κεῖνον ὀΐω
ζωὸν ἔτʼ Ἀργείοισι μετέμμεναι· οὗ μʼ ἄχος ὀξὺ
ἀμφέχει ἤματα πάντα, λυγρῷ δʼ ἐπὶ γήραϊ θυμὸν
τείρομαι· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
κείνου ἔτι ζώοντος· ὁ καὶ πέλει ἀνέρι κῦδος
κηδεμονῆος ἑοῦ ὑπὸ χείρεσι ταρχυθῆναι.
ἀλλά, τέκος, κείνου μὲν ἐγὼν οὐ λήσομαι ἦτορ
ἀχνύμενος· σὺ δὲ μήτι χαλέπτεο πένθεϊ θυμόν·
ἀλλʼ ἄγε Μυρμιδόνεσσι καὶ ἱπποδάμοισιν Ἀχαιοῖς
τειρομένοις ἐπάμυνε μέγʼ ἀμφʼ ἀγαθοῖο τοκῆος
χωόμενος δηίοισι· κλέος δέ τοι ἔσσεται ἐσθλὸν
Εὐρύπυλον δαμάσαντι μάχης ἀκόρητον ἐόντα·
τοῦ γὰρ ὑπέρτερός ἐσσι καὶ ἔσσεαι, ὅσσον ἀρείων
σεῖο πατὴρ κείνοιο πέλεν μογεροῖο τοκῆος.
ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος·
ὦ γέρον, ἡμετέρην ἀρετὴν ἀνὰ δηϊοτῆτα
αἶσα διακρινέει κρατερὴ καὶ ὑπέρβιος Ἄρης.