# τὰ μεθ᾿ Ὅμηρον 7.670-714

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 7, lines 7.670-7.714. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/7.670

ὣς εἰπὼν αὐτῆμαρ ἐέλδετο τείχεος ἐκτὸς
σεύεσθʼ ἐν τεύχεσσιν ἑοῦ πατρός· ἀλλά μιν ἔσχε
νύξ, ἥ τʼ ἀνθρώποισι λύσιν καμάτοιο φέρουσα
ἔσσυτʼ ἀπʼ ὠκεανοῖο καλυψαμένη δέμας ὄρφνῃ.
Ἀργείων δέ μιν υἷες ἴσον κρατερῷ Ἀχιλῆι
κύδαινον παρὰ νηυσὶ γεγηθότες, οὕνεκʼ ἄρʼ αὐτοὺς
θαρσαλέους κατέτευξεν ἰὼν ἐπὶ δῆριν ἑτοίμως·
τοὔνεκά μιν τίεσκον ἀγακλειτοῖς γεράεσσιν
ἄσπετα δῶρα διδόντες, ἅ τʼ ἀνέρι πλοῦτον ὀφέλλει·
οἱ μὲν γὰρ χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ γυναῖκας
δμωίδας, οἱ δʼ ἄρα χαλκὸν ἀάσπετον, οἱ δὲ σίδηρον,
ἄλλοι δʼ οἶνον ἐρυθρὸν ἐν ἀμφιφορεῦσιν ὄπασσαν
ἵππους τʼ ὠκύποδας καὶ ἀρήϊα τεύχεα φωτῶν
φάρεά τʼ εὐποίητα γυναικῶν κάλλιμα ἔργα·
τοῖς ἔπι θυμὸν ἴαινε Νεοπτολέμοιο φίλον κῆρ.
καί ῥʼ οἱ μὲν δόρποιο ποτὶ κλισίῃσι μέλοντο
υἱὸν Ἀχιλλῆος θεοειδέα κυδαίνοντες
ἶσον ἐπουρανίοισιν ἀτειρέσι· τῷ δʼ Ἀγαμέμνων
πόλλʼ ἐπικαγχαλόων τοῖον ποτὶ μῦθον ἔειπεν·
ἀτρεκέως πάϊς ἐσσὶ θρασύφρονος Αἰακίδαο,
ὦ τέκος, οὕνεκά οἱ κρατερὸν μένος ἠδὲ καὶ εἶδος
καὶ μέγεθος καὶ θάρσος ἰδὲ φρένα ἔνδον ἔοικας·
τῷ σοι ἐγὼ μέγα θυμὸν ἰαίνομαι· ἦ γὰρ ἔολπα
σῇσιν ὑπαὶ παλάμῃσι καὶ ἔγχεϊ δήϊα φῦλα
καὶ Πριάμοιο πόληα περικλειτὴν ἐναρίξαι,
οὕνεκα πατρὶ ἔοικας· ἐγὼ δʼ ἄρα κεῖνον ὀΐω
εἰσοράαν παρὰ νηυσίν, ὅτε Τρώεσσιν ὁμόκλα
χωόμενος Πατρόκλοιο δεδουπότος· ἀλλʼ ὁ μὲν ἤδη
ἐστὶ σὺν ἀθανάτοισι· σὲ δʼ ἐκ μακάρων προέηκε
σήμερον Ἀργείοισιν ἀπολλυμένοις ἐπαμῦναι.
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
εἴθε μιν, ὦ Ἀγάμεμνον, ἔτι ζώοντα κίχανον,
ὄφρα καὶ αὐτὸς ἄθρησεν ἑὸν θυμήρεα παῖδα
οὔτι καταισχύνοντα βίην πατρός, ὥσπερ ὀΐω
ἔσσεσθʼ, ἤν με σάωσιν ἀκηδέες Οὐρανίωνες.
ὣς ἄρʼ ἔφη πινυτῇσιν ἀρηράμενος φρεσὶ θυμόν·
λαοὶ δʼ ἀμφιέποντες ἐθάμβεον ἀνέρα δῖον.
ἀλλʼ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
δὴ τότʼ ἄρʼ Αἰακίδαο θρασύφρονος ὄβριμος υἱὸς
ἀνστὰς ἐκ δόρποιο ποτὶ κλισίην ἀφίκανε
πατρὸς ἑοῦ. τὰ δὲ πολλὰ δαϊκταμένων ἡρώων
ἔντεά οἱ παρέκεινθʼ· αἱ δʼ ἀμφί μιν ἄλλοθεν ἄλλαι
χήρην ληιάδες κλισίην ἐπιπορσύνεσκον
ὡς ζώοντος ἄνακτος· ὁ δʼ ὡς ἴδεν ἔντεα Τρώων
καὶ δμωάς, στονάχησεν· ἔρως δέ μιν εἷλε τοκῆος·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
