Ancient Greek
Book 7, lines 7.715-7.734
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 7.715-734
Not analysed yet
ὡς δʼ ὅτʼ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα ῥωπήεντα
σμερδαλέοιο λέοντος ὑπʼ ἀγρευτῇσι δαμέντος
σκύμνος ἐς ἄντρον ἵκηται ἐΰσκιον, ἀμφὶ δὲ πάντῃ
ταρφέα παπταίνει κενεὸν σπέος, ἀθρόα δʼ αὐτοῦ
ὀστέα δερκόμενος κταμένων πάρος οὐκ ὀλίγων περ
ἵππων ἠδὲ βοῶν μεγάλʼ ἄχνυται ἀμφὶ τοκῆος·
ὣς ἄρα θαρσαλέοιο πάϊς τότε Πηλείδαο
θυμὸν ἐπαχνώθη· δμωαὶ δέ μιν ἀμφαγάσαντο·
καὶ δʼ αὐτὴ Βρισηίς, ὅτʼ ἔδρακεν υἷʼ Ἀχιλῆος,
ἄλλοτε μὲν θυμῷ μέγʼ ἐγήθεεν, ἄλλοτε δʼ αὖτε
ἄχνυτʼ Ἀχιλλῆος μεμνημένη· ἐν δέ οἱ ἦτορ
ἀμφασίῃ βεβόλητο κατὰ φρένας, ὡς ἐτεόν περ
αὐτοῦ ἔτι ζώοντος ἀταρβέος Αἰακίδαο.
Τρῶες δʼ αὖτʼ ἀπάνευθε γεγηθότες ὄβριμον ἄνδρα
Εὐρύπυλον κύδαινον ἐνὶ κλισίῃσι καὶ αὐτοί,
ὁππόσον Ἕκτορα δῖον, ὅτʼ Ἀργείους ἐδάϊζε
ῥυόμενος πτολίεθρον ἑὸν καὶ κτῆσιν ἅπασαν.
ἀλλʼ ὅτε δὴ μερόπεσσιν ἐπὶ γλυκὺς ἤλυθεν ὕπνος,
δὴ τότε Τρώιοι υἷες ἰδʼ Ἀργεῖοι μενεχάρμαι
νόσφι φυλακτήρων εὗδον βεβαρηότες ὕπνῳ.