# τὰ μεθ᾿ Ὅμηρον 8.137-183

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 8, lines 8.137-8.183. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/8.137

Εὐρύπυλος δέ ἑ πρῶτος ἀνειρόμενος προσέειπε·
τίς πόθεν εἰλήλουθας ἐναντίον ἄμμι μάχεσθαι;
ἦ σε πρὸς Ἄϊδα Κῆρες ἀμείλικτοι φορέουσιν·
οὐ γάρ τίς μʼ ὑπάλυξεν ἐν ἀργαλέῃ ὑσμίνῃ·
ἀλλά μοι ὅσσοι .ἔναντα λιλαιόμενοι μαχέσασθαι
δεῦρο κίον, πάντεσσι φάνον στονόεντʼ ἐφέηκα
ἀργαλέως, πάντων δὲ παρὰ Ξάνθοιο ῥέεθρα
ὀστέα τε σάρκας τε κύνες διὰ πάντʼ ἐδάσαντο.
ἀλλά μοι εἰπέ, τίς ἐσσι, τίνος δʼ ἐπαγάλλεαι ἵπποις;
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
τίπτε μʼ ἐπισπεύσοντα ποτὶ κλόνον αἱματόεντα
ἐχθρὸς ἐὼν ὡς εἴ τε φίλα φρονέων ἐρεείνεις
εἰπέμεναι γενεήν, ἥνπερ μάλα πολλοὶ ἴσασιν;
υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα
σεῖο πάροιθʼ ἐφόβησε βαλὼν περιμήκεϊ δουρί·
καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν,
εἰ μή οἱ στονόεντα θοῶς ἰήσατʼ ὄλεθρον.
ἵπποι δʼ , οἳ φορέουσιν, ἐμοῦ πατρὸς ἀντιθέοιο,
οὓς τέκεθʼ Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα,
οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν
ἀκρονυχὶ ψαύοντες, ἴσον δʼ ἀνέμοισι φέρονται.
νῦν δʼ ἐπεὶ οὖν γενεὴν ἐδάη ἵππων τε καὶ αὐτοῦ,
καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο
γνώμεναι ἄντα βίην· γενεὴ δέ οἱ ἐν κορυφῇσι
Πηλίου αἰπεινοῖο τομὴν ὅθι λεῖπε καὶ ὕλην.
ἦ ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνήρ
πάλλων ἐγχείην περιμήκετον· ὃς δʼ ἑτέρωθεν
χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην,
καί ῥα Νεοπτολέμοιο κατʼ ἀσπίδος ἧκε φέρεσθαι
χρυσείης. τὸν δʼ οὔτι προσεσσυμένη στυφέλιξεν,
ἀλλʼ ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ,
τόν ῥα διιπετέων ποταμῶν μένος οὐδʼ ἅμα πάντων
ἄψ ὦσαι δύναται, ὁ γὰρ ἔμπεδον ἐρρίζωται·
ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός.
ἀλλʼ οὐδʼ ὣς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιο
ἄσχετον υἷʼ Ἀχελῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε
θάρσος ἐὸν καὶ κῆρες· ὑπὸ κραδίῃσι δὲ θυμὸς
ἔζεεν ἀμφοτέροισι· περὶ σφίσι δʼ αἰόλα τεύχη
ἔβραχεν· οἱ δʼ ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι
σμερδαλέοι, τοῖσίν τε κατʼ οὔρεα δῆρις ἀέξει,
ὁππότε λευγαλέῳ λιμῷ βεβολημένοι ἦτορ
ἢ βοὸς ἢ ἐλάφοιο περὶ κταμένου πονέωνται
ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι
μαρναμένων· ὣς οἴ γε συνῄεσαν ἀλλήλοισι
δῆριν συμφορέοντες ἀμείλιχον. ἀμφὶ δὲ μακραὶ
λαῶν ἀμφοτέρωθεν ἄσην πονέοντο φάλαγγες
ἐς μόθον· ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
