# τὰ μεθ᾿ Ὅμηρον 8.310-353

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 8, lines 8.310-8.353. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/8.310

τοῦ δʼ ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ
Ἱππομένην, Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον,
τύψας ἐς κληῖδα θοῶς· σὺν δʼ αἵματι θυμὸς
ἔκθορεν ἐκ μελέων· ὀλοὴ δέ μιν ἀμφεχύθη νύξ.
Τεύκρῳ δʼ ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο,
καὶ βάλεν ὠκὺν ὀϊστὸν Ἀγήνορος ἄντα τανύσσας·
ἀλλά οἱ οὔτι τύχησεν ἀλευαμένου μάλα τυτθόν·
ἔμπεσε δʼ ἐγγὺς ἐόντι δαΐφρονι Δηιοφόντῃ
λαιὸν ἐς ὀφθαλμόν, διὰ δʼ οὔατος ἐξεπέρησε
δεξιτεροῦ, γλήνην δὲ διέτμαγεν, οὕνεκα Μοῖραι
ἀργαλέον βέλος ὦσαν ὅπῃ φίλον· ὃς δʼ ἔτι ποσσὶν
ὀρθὸς ἀνασκαίρεσκε· βαλὼν δʼ ὅ γε δεύτερον ἰὸν
λαιμῷ ἐπερροίζησε· διέθρισε δʼ αὐχένος ἶνας
ἄντικρυς ἀΐξας· τὸν δʼ ἀργαλέη κίχε Μοῖρα.
ἄλλος δʼ ἄλλῳ τεῦχε φόνον· κεχάροντο δὲ Κῆρες
καὶ Μόρος, ἀλγινόεσσα δʼ Ἔρις μέγα μαιμώωσα
ἤϋσεν μάλα μακρόν, Ἄρης δέ οἱ ἀντεβόησε
σμερδαλέον, Τρώεσσι δʼ ἐνέπνευσεν μέγα θάρσος,
Ἀργείοισι δὲ φύζαν, ἄφαρ δʼ ἐλέλιξε φάλαγγας.
ἀλλʼ οὐχ υἷα φόβησεν Ἀχιλλέος· ἀλλʼ ὅ γε μίμνων
μάρνατο θαρσαλέως, ἐπὶ δʼ ἔκτανεν ἄλλον ἐπʼ ἄλλῳ·
ὡς δʼ ὅτε τις μυίῃσι περὶ γλάγος ἐρχομένῃσι
χεῖρα περιρρίψῃ κοῦρος νέος, αἱ δʼ ὑπὸ πληγῇ
τυτθῇ δαμνάμεναι σχεδὸν ἄγγεος ἄλλοθεν ἄλλαι
θυμὸν ἀποπνείουσι, πάϊς δʼ ἐπιτέρπεται ἔργῳ·
ὣς ἄρα φαίδιμος υἱὸς ἀμειλίκτου Ἀχιλῆος
γήθεεν ἀμφὶ νέκυσσι καὶ οὐκ ἀλέγιζεν Ἄρηος
Τρωσὶν ἐποτρύνοντος· ἐτίνυτο δʼ ἄλλοθεν ἄλλον
λαοῦ ἐπαΐσσοντος· ὅπως δʼ ἀνέμοιο θυέλλας
μίμνῃ ἐπεσσυμένας ὄρεος μεγάλοιο κολώνη,
ὣς ἄρα μίμνεν ἄτρεστος. Ἄρης δέ οἱ ἐμμεμαῶτι
χώετο, καί οἱ ἔμελλεν ἐναντία δηριάασθαι
αὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη
ἔκποθεν Οὐλύμποιο θόρεν ποτὶ δάσκιον Ἴδην·
ἔτρεμε δὲ χθὼν δῖα καὶ ἠχήεντα ῥέεθρα
Ξάνθου· τόσσον ἔσεισε· δέος δʼ ἀμφέκλασε θυμὸν
νυμφάων, φοβέοντο δʼ ὑπὲρ Πριάμοιο πόληος·
τεύχεσι δʼ ἀμβροσίοισι περὶ στεροπαὶ ποτέοντο·
σμερδαλέοι δὲ δράκοντες ἀπʼ ἀσπίδος ἀκαμάτοιο
πῦρ ἄμοτον πνείεσκον· ἄνω δʼ ἔψαυε νέφεσσι
θεσπεσίη τρυφάλεια. θοῷ δʼ ἤμελλεν Ἄρηι
μάρνασθʼ ἐσσυμένως, εἰ μὴ Διὸς ἠῢ νόημα
ἀμφοτέρους ἐφόβησεν ἀπʼ αἰθέρος αἰπεινεῖο
βροντήσας ἀλεγεινόν. Ἄρης δʼ ἀπεχάζετο χάρμης·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
