# τὰ μεθ᾿ Ὅμηρον 8.354-401

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 8, lines 8.354-8.401. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/8.354

δὴ γάρ οἱ μεγάλοιο Διὸς διεφαίνετο θυμός·
ἵκετο δʼ ἐς Θρῄκην δυσχείμερον, οὐδʼ ἔτι Τρώων
μέμβλετό οἱ κατὰ θυμὸν ὑπέρβιον· οὐδὲ μὲν ἐσθλὴ
Παλλὰς ἔτʼ ἐν πεδίῳ Τρώων μένεν, ἀλλὰ καὶ αὐτὴ
ἷξεν Ἀθηναίων ἱερὸν πέδον. οἱ δʼ ἔτι χάρμης
μνώοντʼ οὐλομένης· δεύοντο δὲ Τρώιοι υἷες
ἀλκῆς· Ἀργεῖοι δὲ μέγʼ ἱέμενοι πολέμοιο
χαζομένοισιν ἕποντο κατʼ ἴχνιον, ἠΰτʼ ἀῆται
νήεσιν ἐσσυμένῃς ὑπὶ λαίφεσιν εἰς ἁλὸς οἶδμα
ὄβριμον, ἢ θάμνοισι πυρὸς μένος, ἢ κεμάδεσσιν
ὀτρηροὶ κατʼ ὄρεσφι κύνες λελιημένοι ἄγρης·
ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκʼ ἄρʼ αὐτοὺς
υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε
κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον· οἱ δʼ ἐπὶ φύζαν
χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον.
Ἀργεῖοι δʼ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο
ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων,
ἄρνας ὅπως σταθμοῖσιν ἐπʼ οἰοπόλοισι νομῆες·
ὡς δʼ ὁπότʼ ἀμπνείωσι βόες μέγα κεκμηῶτες
ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρην
πυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν· ὥς ἄρʼ Ἀχαιοὶ
ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. ἀμφὶ δὲ πύργους
μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα·
οἱ δʼ ἄρʼ ἑῇσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας
ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν.
ὡς δʼ ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι
λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηται
λάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νιφάδεσσι
ταρφέσιν, οἱ δὲ μάλʼ οὔτι λιλαιόμενοί περ ἱκέσθαι
ἐς νομὸν ἀΐσσουσιν, ἄχρις μέγα λωφήσειε
χεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες·
ὣς οἵ γʼ ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν
δυσμενέων· λαοὶ δὲ θοῶς ἐπέχυντο πόληι.
ὡς δʼ ὁπότε ψῆρες τανυσίπτεροι ἠὲ κολοιοὶ
καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι
βρώμης ἱέμενοι θυμηδέος, οὐδʼ ἄρα τούς γε
αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι,
πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει·
ὣς Δαναοὶ Πριάμοιο τότʼ ἀμφεχέοντο πόληι
ὄβριμοι· ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι
ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.
Τρῶες δʼ οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες,
ἀλλὰ καὶ ὥς πύργοισιν ἐφεσταότες πονέοντο
νωλεμές· ἰοὶ δʼ αἰὲν ἐϋδμήτων ἀπὸ τειχέων
θρῶσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι
δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος
ἧκε βίην· ἔτι γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς
Τρωσὶν ἐϋπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
