# τὰ μεθ᾿ Ὅμηρον 8.47-91

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 8, lines 8.47-8.91. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/8.47

πᾶν πεδίον δʼ ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν
ἠελίου καθύπερθεν ἀπείριτα μαρμαίροντος·
οἷον δὲ νέφος εἶσι διʼ ἠέρος ἀπλήτοιο
πνοιῇσιν μεγάλῃσιν ἐλαυνόμενον Βορέαο,
ἦμος δὴ νιφετός τε πέλει καὶ χείματος ὥρη
ἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη·
ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε
νηῶν βαιὸν ἄπωθε· κόνις δʼ εἰς οὐρανὸν εὐρὺν
πέπτατʼ ἀειρομένη· κανάχιζε δὲ τεύχεα φωτῶν,
σὺν δὲ καὶ ἅρματα πολλά· διεσσύμενοι δʼ ἐπὶ μῶλον
ἵπποι ἐπεχρεμέτιζον· ἐὴ δʼ ἐκέλευεν ἔκαοτον
ἀλκὴ ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα.
ὡς δʼ ὅτε κύματα μακρὰ δύο κλονέουσιν ἀῆται
σμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσης
ἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας,
ὁππότε χεῖμʼ ἀλεγεινὸν ἀν̔ εὐρέα βένθεα πόντου
μαίνετʼ, ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη
κύμασι λευγαλέοισι, τὰ δʼ ἄλλοθεν ἄλλα φέρονται
οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δʼ ἀλεγεινὴ
ὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή·
ὣς οἳ γʼ ἀμφοτέρωθεν ἐπʼ Ἄρεα συμφορέοντο
σμερδαλέον μεμαῶτες· ἔρις δʼ ὀρόθυνε καὶ ἀλκὴ.
σὺν δʼ ἔβαλον βροντῇσιν ἐοικότες ἤ στεροπῇσιν,
αἵ τε μέτα κτυπέουσι διʼ ἠέρος, ὁππότʼ ἀῆται
λάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες
σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιο
ἀνδράσιν, οἵ τʼ ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται·
ὣς οἵ γʼ ἀλλήλοισιν ἐπέχραον· ἔγχεϊ δʼ ἔγχος
συμφέρετʼ, ἀσπίδι δʼ ἀσπίς, ἐπʼ ἀνέρα δʼ ἤιεν ἀνὴρ.
πρῶτος δʼ ὄβριμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
δάμνατʼ ἐῢν Μελανῆα καὶ ἀγλαὸν Ἀλκιδάμαντα
υἷας Ἀλεξινόμοιο δαΐφρονος, ὅς τʼ ἐνὶ κοίλῃ
Καύνῳ ναιετάασκε διειδέος ἀγχόθι λίμνης
Ἴμβρῳ ὑπὸ νιφόεντι παραὶ ποσὶ Ταρβήλοιο.
κτεῖνε δὲ Κασσάνδροιο θοὸν ποσὶ παῖδα Μένητα,
ὃν τέκε δῖα Κρέουσα παρὰ προχοῇς ποταμοῖο
Λίνδου ἐϋρρείταο, μενεπτολέμων ὅθι Καρῶν
πείρατα καὶ Λυκίης ἐρικύδεος ἄκρα πέλονται.
εἷλε δʼ ἄρʼ αἰχμητῆρα Μόρυν Φρυγίηθε μολόντα·
τῷ δʼ ἄρʼ ὁμῶς Πόλυβόν τε καὶ Ἱππομέδοντα κατέκτα,
τὸν μὲν ὑπὸ κραδίην, τὸν δʼ ἐς κληῖδα τυχήσας·
δάμνατο δʼ ἄλλοθεν ἄλλον· ἐπέστενε δʼ αἶα νέκυσσι
Τρώων· οἱ δʼ ὑπόεικον ἐοικότες αὐαλέοισι
θάμνοις, οὓς ὀλοοῖο πυρὸς κατεδάμνατʼ ἀϋτμὴ
ῥηιδίως ἐπιόντος ὀπωρινοῦ Βορέαο·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
