Ancient Greek
Book 8, lines 8.92-8.136
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 8.92-136
Not analysed yet
ὣς τοῦ ἐπεσσυμένοιο κατηρείποντο φάλαγγες.
Αἰνείας δʼ ἐδάμασσεν Ἀριστόλοχον μενεχάρμην
πλήξας χερμαδίῳ κατὰ κράατος· ἐν δʼ ἄρʼ ἔθλασσεν
ὀστέα σὺν πήληκι· λίπεν δʼ ἄφαρ ὀστέα θυμός.
Τυδείδης δʼ Εὔμαιον ἕλεν θοόν, ὅς ῥά τʼ ἔναιε
Δάρδανον αἰπήεσσαν, ἵνʼ Ἀγχίσαο πέλονται
εὐναί, ὅπου Κυθέρειαν ἐν ἀγκοίνῃσι δάμασσεν.
ἔνθʼ Ἀγαμέμνων κτεῖνεν ἐῢν Στράτον· οὐδʼ ὅ γε Θρῄκην
ἵκετʼ ἀπὸ πτολέμοιο, φίλης δʼ ἑκὰς ἔφθιτο πάτρης.
Μηριόνης δʼ ἐδάμασσε Χλέμον Πεισήνορος υἷα
ἀντιθέου Γλαύκοιο φίλον καὶ πιστὸν ἑταῖρον
ὅς ῥά τε ναιετάασκε παρὰ προχοῇς Λιμυροῖο,
καί ῥά μιν ὡς βασιλῆα περικτίονες τίον ἄνδρες
Γλαύκου ἀποκταμένοιο καὶ οὐκέτι κοιρανέοντος,
πάντες, ὅσοι Φοίνικος ἕδος περὶ πάγχυ νέμοντο
αἰπύ τε Μασσικύτοιο ῥίον ῥωχμόν τε Χιμαίρης.
ἄλλος δʼ ἄλλον ἔπεφνε κατὰ μόθον· ἐν δʼ ἄρα τοῖσιν
Εὐρύπυλος πολέεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
δυσμενέσιν· πρῶτον δὲ μενεπτόλεμον κατέπεφνεν
Εὔρυτον, αὐτάρ ἔπειτα Μενοίτιον αἰολομίτρην,
ἀντιθέους ἑτάρους Ἐλεφήνορος· ἀμφὶ δʼ ἄρα σφὶν
Ἅρπαλον, ὅς ῥʼ Ὀδυσῆος ἐΰφρονος ἔσκεν ἑταῖρος·
ἀλλʼ ὁ μὲν οὖν ἀπάτερθεν ἔχεν πόνον, οὐδʼ ἐπαμύνειν
ἔσθενεν ᾧ θεράποντι δεδουπότι· τοῦ δʼ ἄρʼ ἐταῖρος
Ἄντιφος ὀβριμόθυμος ἀποκταμένοιο χολώθη,
καὶ βάλεν Εὐρυπύλοιο καταντίον· ἀλλά μιν οὔτι
οὔτασεν, οὕνεκά οἱ κρατερόν δόρυ τυτθὸν ἄπωθεν
ἔμπεσε Μελανίωνι δαΐφρονι, τόν ποτε μήτηρ
γείνατο πὰρ προχοῇσιν ἐϋρρείταο Καΐκου
Κλείτη καλλιπάρῃος ὑποδμηθεῖσʼ Ἐρυλάῳ.
Εὐρύπυλος δʼ ἑτάροιο χολωσάμενος κταμένοιο
Ἀντίφῳ αἷψʼ ἐπόρουσεν· ὁ δʼ ἔκφυγε ποσσὶ θοοῖσιν
ἐς πληθὺν ἑτάρων· κρατερὸν δέ μιν οὔτι δάμασσεν
ἔγχος Τηλεφίδαο δαΐφρονος, οὕνεκʼ ἔμελλεν
ἀργαλέως ὀλέεσθαι ὑπʼ ἀνδροφόνοιο Κύκλωπος
ὕστερον· ὣς γάρ που στυγερῇ ἐπιήνδανε Μοίρῃ.
Εὐρύπυλος δʼ ἑτέρωθεν ἐπῴχετο· τοῦ δʼ ὑπὸ δουρὶ
αἰὲν ἐπεσσυμένοιο κατήριπε πουλὺς ὅμιλος·
ἠΰτε δένδρεα μακρὰ βίῃ δμηθέντα σιδήρου
οὔρεσιν ἐν λασίοισιν ἀναπλήσωσι φάραγγας
κεκλιμένʼ ἄλλοθεν ἄλλα κατὰ χθονός· ὣς ἄρʼ Ἀχαιοὶ
δάμναντʼ Εὐρυπύλοιο δαΐφρονος ἐγχείῃσι,
μέσφʼ ὅτε οἱ κίεν ἄντα μέγα φρονέων ἐνὶ θυμῷ
υἱὸς Ἀχιλλῆος. τώ δʼ ἄμφω δούρατα μακρὰ
ἐν παλάμῃσι τίνασσον ἐπί σφισι μαιμώωντες·