# τὰ μεθ᾿ Ὅμηρον 9.125-166

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 9, lines 9.125-9.166. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/9.125

ἀλλʼ ὅτε δὴ μάλα πάντες ἐν ἔντεσι θωρήχθησαν,
ἄστεος ἐξεχέοντο μέγʼ ἱέμενοι πολέμοιο
λευγαλέου· ταχέεσσι δʼ ἐφʼ ἱππήεσσιν ὄρουσαν
ἱππῆες· πεζοῖσι δʼ ἐπέχραον ἔθνεα πεζῶν·
ἅρμασι δʼ ἅρμαθʼ ἵκοντο καταντίον· ἔβραχε δὲ χθὼν
ἐς μόθον ἐσσυμένων· ἐπαΰτεε δʼ οἷσιν ἕκαστος
κεκλόμενος· τοὶ δʼ αἶψα συνήιον· ἀμφὶ δʼ ἄρα σφι
τεύχἐ ἐπεσμαράγησε· μίγη δʼ ἑκάτερθεν ἀϋτὴ
λευγαλέη· τὰ δὲ πολλὰ θοῶς ποτέοντο βέλεμνα
βαλλόμενʼ ἀμφοτέρωθεν· ὑπʼ ἔγχεσι δʼ ἀσπίδες ἀνδρῶν
θεινόμεναι κτυπέεσκον ἀάσχετον αἱ δʼ ὑπʼ ἀκόντων
καὶ ξιφέων· πολέες δὲ καὶ ἀξίνῃσι θοῇσιν
ἀνέρες οὐτάζοντο· φορύνετο δʼ ἔντεα φωτῶν
αἵματι. Τρωιάδες δʼ ἀπὸ τείχεος ἐσκοπίαζον
αἰζηῶν στονόεντα μόθον· πάσῃσι δὲ γυῖα
ἔτρεμεν εὐχομένῃσιν ὑπὲρ τεκέων τε καὶ ἀνδρῶν
ἠδὲ κασιγνήτων· πολιοὶ δʼ ἅμα τῇσι γέροντες
ἕζοντʼ εἰσορόωντες· ἔδον δʼ ὑπὸ κήδεσι θυμὸν
παίδων ἀμφὶ φίλων· Ἑλένη δʼ ἐν δώμασι μίμνεν
οἴη ἅμʼ ἀμφιπόλοισιν· ἔρυκε γὰρ ἄσπετος αἰδώς.
οἱ δʼ ἄμοτονπονέοντο πρὸ τείχεος· ἀμφὶ δὲ Κῆρες
γήθεον· οὐλομένη δʼ ἐπαΰτεεν ἀμφοτέροισι
μακρὸν Ἔρις βοόωσα· κόνις δʼ ἐρυθαίνετο λύθρῳ
κτεινομένων· ὀλέκοντο δʼ ἀνὰ κλόνον ἄλλοθεν ἄλλος.
Ἔνθʼ ἄρα Δηίφοβος κρατερὸν κτάνεν ἡνιοχῆα
[Νέστορος,] Ἱππασίδην, ὁ δʼ ἀφʼ ἅρματος αἰψηροῖο
ἤριπεν ἀμφὶ νέκυσσιν· ἄχος δέ οἱ ἔσχεν ἄνακτα·
δείδιε γάρ, μὴ δή μιν ἐφʼ ἡνία χεῖρας ἔχοντα
υἱὸς ἐῢς Πριάμοιο κατακτείνῃσι καὶ αὐτόν·
ἀλλά οἱ οὐκ ἀμέλησε Μελάνθιος· ἀλλʼ ἐπὶ δίφρον
ἆλτο θοῶς, ἵπποισι δʼ ἐκέκλετο μακρὰ τινάσσων
εὔληρʼ, οὐδʼ ἔχε μάστιν, ἔλαυνε δὲ δούρατι θείνων.
καὶ τοὺς μὲν Πριάμοιο πάϊς λίπεν, ἵκετο δʼ ἄλλων
ἐς πληθύν· πολέεσσι δʼ ὀλέθριον ὤπασεν ἦμαρ
ἐσσυμένως· ὀλοῇ γὰρ ἀλίγκιος αἰὲν ἀέλλῃ
θαρσαλέως δηίοισιν ἐπῴχετο· τοῦ δʼ ὑπὸ χερσὶ
μυρίοι ἐκτείνοντο· πέδον δʼ ἐστείνετο νεκρῶν.
ὡς δʼ ὅτʼ ἀνʼ οὔρεα μακρὰ θορὼν εἰς ἄγκεα βήσσης
δρυτόμος ἐγκονέων νεοθηλέα δάμναται ὕλην,
ἄνθρακας ὄφρα κάμῃσι κατακρύψας ὑπὸ γαῖαν
σὺν πυρὶ δούρατα πολλά· τὰ δʼ ἄλλοθεν ἄλλα πεσόντα
πρῶνας ὕπερθε κάλυψαν, ἀνὴρ δʼ ἐπιτέρπεται ἔργῳ·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
