# τὰ μεθ᾿ Ὅμηρον 9.467-506

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 9, lines 9.467-9.506. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/9.467

καί μιν φαιδρύναντο καὶ ἀμφί ἑ χρῖσαν ἐλαίῳ
προφρονέως· ὀλοὴ δὲ κατηφείη καὶ ὀϊζὺς
ἀθανάτων ἰότητι κατέφθιτο· τοὶ δʼ ἀνὰ θυμὸν
τέρποντʼ εἰσορόωντες· ὁ δʼ ἄμπνυεν ἐκ κακότητος·
ἀχροίῃ δʼ ἄρʼ ἔρευθος ἐπήλυθεν, ἀργαλέῃ δὲ
ἀδρανίῃ μέγα κάρτος· ἀέξετο δʼ ἅψεα πάντα.
ὡς δʼ ὁπότʼ ἀλδαίνηται ἐπὶ σταχύεσσιν ἄρουρα,
ἣν τὸ πάρος φθινύθουσαν ἐπέκλυσε χείματος αἰνοῦ
ὄμβρος ἐπιβρίσας, ἡ δʼ ἀλδομένη ἀνέμοισι
μειδιάᾳ τεθαλυῖα πολυκμήτῳ ἐν ἀλωῇ·
ὣς ἄρα τειρομένοιο Φιλοκτήταο πάροιθε
πᾶν δέμας αἶψʼ ἀνέθηλεν· ἐϋτροχάλῳ δʼ ἐνὶ κοίλῃ
κάλλιπε κήδεα πάντα, τά οἱ περιδάμνατο θυμόν.
Ἀτρεῖδαι δʼ ὁρόωντες ἅτʼ ἐκ θανάτου ἀνιόντα
ἀνέρα θαυμάζεσκον· ἔφαντο γὰρ ἔμμεναι ἔργον
ἀθανάτων· τὸ δʼ ἄρʼ ἦεν ἐτήτυμον, ὡς ἐνόησαν·
καὶ γάρ οἱ μέγεθός τε καὶ ἀγλαΐην κατέχευεν
ἐσθλὴ Τριτογένεια· φάνη δʼ ἄφαρ, οἷος ἔην περ
τὸ πρὶν ἐν Ἀργείοισι πάρος κακότητι δαμῆναι.
καὶ τότʼ ἄρʼ ἐς κλισίην Ἀγαμέμνονος ἀφνειοῖο
πάντες ὁμῶς οἱ ἄριστοι ἄγον Ποιάντιον υἷα·
καί μιν κυδαίνοντες ἐπʼ εἰλαπίνῃσι γέραιρον.
ἀλλʼ ὅτε δὴ κορέσαντο ποτοῦ καὶ ἐδητύος ἐσθλῆς,
δὴ τότε μιν προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
ὦ φίλʼ, ἐπειδή περ σὲ θεῶν ἰότητι πάροιθε
Δήμνῳ ἐν ἀμφιάλῳ λίπομεν, βλαφθέντε νόημα,
μὴ δὴ νῦν χόλον αἰνὸν ἐνὶ φρεσὶ σῇσι βαλέσθαι·
οὐ γάρ ἄνευ μακάρων τάδʼ ἐρέξαμεν, ἀλλά που αὐτοὶ
ἤθελον ἀθάνατοι νῶιν κακὰ πολλὰ βαλέσθαι
σεῦ ἀπὸ νόσφιν ἐόντος, ἐπεὶ περίοιδας ὀϊστοῖς
δυσμενέας δάμνασθαι, ὅτʼ ἀντία σεῖο μάχονται.
ἀνδράσι γὰρ βιότοιο πολυπλάγκτοιο κέλευθοι
πᾶσαν ἀνʼ ἤπειρον πέλαγός τʼ ἀνὰ μακρὸν ἄϊστοι
Μοιράων ἰότητι πολυσχιδέες τε πέλονται,
πυκναί τε σκολιαί τε, τετραμμέναι ἄλλυδις ἄλλη·
τῶν δὲ διʼ αἰζηοὶ φορέονθʼ ὑπὸ δαίμονος Αἴσῃ
εἰδόμενοι φύλλοισιν ὑπὸ πνοιῇς ἀνέμοιο
σευομένοις· ἀγαθὸς δὲ κακῇ ἐνέκυρσε κελεύθῳ
πολλάκις, οὐκ ἐσθλὸς δʼ ἀγαθῇ· τὰς δʼ οὔτʼ ἀλέασθαι
οὔτʼ ἄρ ἑκών τις ἑλέσθαι ἐπιχθόνιος δύνατʼ ἀνήρ·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
