# τὰ μεθ᾿ Ὅμηρον 9.507-545

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 9, lines 9.507-9.545. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/9.507

χρὴ δὲ σαόφρονα φῶτα, καὶ ἢν φορέηθʼ ὑπʼ ἀέλλαις
οἴμην ἀργαλέην, στερεῇ φρενὶ τλῆναι ὀϊζύν.
ἀλλʼ ἐπεὶ ἀασάμεσθα καὶ ἠλίτομεν τόδε ἔργον,
ἐξαῦτις δώροισιν ἀρεσσόμεθʼ ἀπλήτοισι,
Τρώων ἤν ποθʼ ἕλωμεν ἐϋκτίμενον πτολίεθρον·
νῦν δὲ λάβʼ ἑπτὰ γυναῖκας ἐείκοσί τʼ ὠκέας ἵππους
ἀθλοφόρους τρίποδάς τε δυώδεκα, τοῖς ἐπὶ θυμὸν
τέρψεις ἤματα πάντα· καὶ ἐν κλισίῃσιν ἐμῇσιν
αἰεί τοι παρὰ δαιτὶ γέρας βασιλήιον ἔσται.
ὣς εἰπὼν ἥρωι πόρεν περικαλλέα δῶρα.
τὸν δʼ ἄρα Ποίαντος προσέφη κρατερόφρονος υἱός·
ὦ φίλος, οὔ τοι ἐγὼν ἔτι χώομαι, οὐδὲ μὲν ἄλλῳ
Ἀργείων, τῶν εἴ τις ἔτʼ ἤλιτεν εἵνεκʼ ἐμεῖο·
οἶδα γάρ, ὡς στρεπτὸς νόος ἀνδράσι γίνεται ἐσθλοῖς,
οὐδʼ αἰεὶ χαλεπὸν θέμις ἔμμεναι οὐδʼ ἀσύφηλον,
ἀλλʼ ὁτὲ μὲν σμερδνὸν τελέθειν, ὁτὲ δʼ ἤπιον εἶναι.
νῦν δʼ ἴομεν ποτὶ κοῖτον, ἐπεὶ χατέοντι μάχεσθαι
βέλτερον ὑπνώειν ἢ ἐπὶ πλέον εἰλαπινάζειν.
ὣς εἰπών ἀπόρουσε καὶ ἐς κλισίην ἀφίκανε
σφῶν ἑτάρων· οἱ δʼ αἶψα φιλοπτολέμῳ βασιλῆι
εὐνὴν ἐντύνοντο μέγα φρεσὶ καγχαλόωντες·
αὐτὰρ ὅ γʼ ἀσπασίως κατελέξατο μέχρις ἐπʼ ἠώ.
νὺξ δʼ ἀνεχάσσατο δῖα· φάος δʼ ἐρύθηνε κολώνας
ἠελίου, καὶ πάντα βροτοὶ περιποίπνυον ἔργα.
Ἀργεῖοι δʼ ὀλοοῖο μέγʼ ἱέμενοι πολέμοιο
οἱ μὲν δούρατα θῆγον ἐΰξοα, τοὶ δὲ βέλεμνα,
ἄλλοι δʼ αἰγανέας· ἅμα δʼ ἠοῖ δαῖτα πένοντο
αὐτοῖς ἠδʼ ἵπποισι· πάσαντο δὲ πάντες ἐδωδήν.
τοῖσιν δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱός
τοῖον ἔπος μετέειπεν ἐποτρύνων πονέεσθαι·
εἰ δʼ ἄγε νῦν πολέμοιο μεδώμεθα· μηδέ τις ἡμέων
μιμνέτω ἐν νήεσσι, πάρος κλυτὰ τείχεα λῦσαι
Τροίης εὐπύργοιο, καταπρῆσαί τε πόληα.
ὣς φάτο· τοῖσι δὲ θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἰάνθη·
δῦσαν δʼ ἐν τεύχεσσι καὶ ἀσπάσιν· ἐκ δʼ ἄρα νηῶν
πανσυδίῃ μελίῃσι κεκασμένοι ἐσεύοντο
καὶ βοέοις σακέεσσι καὶ ἀμφιφάλοις κορύθεσσιν·
ἄλλος δʼ ἄλλον ἔρειδε κατὰ στίχας· οὐδέ κε φαίης
κείνων ἐσσυμένων ἑκὰς ἔμμεναι ἄλλον ἀπʼ ἄλλου·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
