Ancient Greek
Book 9, lines 9.84-9.124
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 9.84-124
Not analysed yet
θαρσαλέον δʼ ἄρα μῦθον ἐνὶ Τρώεσσιν ἔειπεν·
ὦ φίλοι, εἰ δʼ ἄγε θυμὸν ἀρήιον ἐν φρεσὶ θέσθε
μνησάμενοι, στονόεντος ὅσα πτολέμοιο τελευτὴ
ἄλγἐ ἐπʼ ἀνθρώποισι δορυκτήτοισι τίθησιν·
οὐ γὰρ Ἀλεξάνδροιο πέλει πέρι μοῦνον ἄεθλος
οὐδʼ Ἑλένης, ἀλλʼ ἔστι περὶ πτόλιός τε καὶ αὐτῶν
ἠδʼ ἀλόχων τεκέων τε φίλων γεραρῶν τε τοκήων
πάσης τʼ ἀγλαΐης καὶ κτήσιος ἠδʼ ἐρατεινῆς
γαίης, ἥ με δαμέντα κατὰ κλόνον ἀμφικαλύψοι
μᾶλλον, ἢ ἀθρήσαιμι φίλην ὑπὸ δούρασι πάτρην
δυσμενέων· οὐ γάρ τι κακώτερον ἔλπομαι ἄλλο
πῆμα μετʼ ἀνθρώποισιν ὀϊζυροῖσι τετύχθαι.
τοὔνεκʼ ἀπωσάμενοι στυγερὸν δέος ἀμφʼ ἐμὲ πάντες
καρτύνασθʼ ἐπὶ δῆριν ἀμείλιχον· οὐ γὰρ Ἀχιλλεὺς
ζωὸς ἔθʼ ἡμῖν ἄντα μαχήσεται, οὕνεκʼ ἄρʼ αὐτὸν
πῦρ ὀλοὸν κατέδαψε· πέλει δέ τις ἄλλος Ἀχαιῶν,
ὃς νῦν λαὸν ἔγειρεν, ἔοικε δὲ μῆτʼ Ἀχιλῆα
μήτε τινʼ ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης
μαρναμένους· τῷ μή τι φεβώμεθα μῶλον Ἄρηος,
εἰ καὶ πολλὰ πάροιθεν ἀνέτλημεν μογέοντες·
ἢ οὔπω τόδε οἴδατʼ ἀνὰ φρένας, ὡς ἀλεγεινοῖς
ἀνδράσιν ἐκ καμάτοιο πέλει θαλίη τε καὶ ὄλβος,
ἐκ δʼ ἄρα λευγαλέων ἀνέμων καὶ χείματος αἰνοῦ
Ζεὺς ἐπάγει μερόπεσσι διʼ ἠέρος εὔδιον ἦμαρ,
ἔκ τʼ ὀλοῆς νούσοιο πέλει σθένος, ἔκ τε μόθοιο
εἰρήνη; τὰ δὲ πάντα χρόνῳ μεταμείβεται ἔργα.
ὣς φάτο· τοὶ δʼ ἐς Ἄρηα μεμαότες ἐντύναντο
ἐσσυμένως· καναχὴ δὲ κατὰ πτόλιν ἔπλετο πάντῃ
μῶλον ἐς ἀλγινόεντα κορυσσομένων αἰζηῶν.
ἔνθʼ ἄρα τῷ μὲν ἄκοιτις ὑποτρομέουσα κυδοιμὸν
ἔντἐ ἀποιχομένῳ παρενήνεε δακρυχεούσα·
τῷ δʼ ἄρα νήπιοι υἷες ἐπειγόμενοι περὶ πατρὶ
τεύχεα πάντα φέρεσκον· ὁ δέ σφισιν ἄλλοτε μέν που
ἄχνυτʼ ὀδυρομένοις, ὁτὲ δʼ ἔμπαλι μειδιάασκε
παισὶν ἀγαλλόμενος· κραδίη δέ οἱ ἐν δαῒ μᾶλλον
ὥρμαινεν πονέεσθαι ὑπὲρ τεκέων τε καὶ αὐτοῦ·
ἄλλῷ δʼ αὖτε γεραιὸς ἐπισταμένῃς παλάμῃσιν
ἀμφετίθει μελέεσσι κακῆς ἀλκτήρια χάρμης
πολλὰ παρηγορέων φίλον υἱέα, μηδενὶ εἴκειν
ἐν πολέμῳ, καὶ στέρνα τετυμμένα δείκνυε παιδὶ
ταρφέα σήματʼ ἔχοντα παλαιῆς δηιοτῆτος.